Pastor Sim.2.1.1
Περιπατοῦντός μου εἰς τὸν ἀγρὸν καὶ κατανοοῦντος πτελέαν καὶ ἄμπελον καὶ διακρίνοντος περὶ αὐτῶν καὶ τῶν καρπῶν αὐτῶν, φανεροῦταί μοι ὁ ποιμὴν καὶ λέγει: Τί σὺ ἐν ἑαυτῷ ζητεῖς περὶ τῆς πτελέας καὶ τῆς ἀμπέλου; Συζητῶ, φημί, κύριε, ὅτι εὐπρεπέσταταί εἰσιν ἀλλήλαις.
私が野を歩きながら楡と葡萄の木とに目を留め、それらとその実とについて思いめぐらしていると、牧者が私に現れて言う。「お前は楡と葡萄の木について何を心の内で尋ねているのか。」私は言う。「主よ、私が思案していますのは、この二つが互いにこの上なく似つかわしいからです。」
Pastor Sim.2.1.2
Ταῦτα τὰ δύο δένδρα, φησίν, εἰς τύπον κεῖνται τοῖς δούλοις τοῦ θεοῦ. Ἤθελον, φημί, γνῶναι τὸν τύπον τῶν δένδρων τούτων ὧν λέγεις. Βλέπεις, φησί, τὴν πτελέαν καὶ τὴν ἄμπελον; Βλέπω, φημί, κύριε.
「この二本の木は」と彼は言う、「神の僕たちのために型として置かれているのだ。」私は言う。「今言われたこれらの木の型を知りたく思います。」彼は言う。「お前は楡と葡萄の木を見ているか。」私は言う。「見ています、主よ。」
Pastor Sim.2.1.3
Ἡ ἄμπελος, φησίν, αὕτη καρπὸν φέρει, ἡ δὲ πτελέα ξύλον ἄκαρπόν ἐστιν: ἀλλ’ ἡ ἄμπελος αὕτη ἐὰν μὴ ἀναβῇ ἐπὶ τὴν πτελέαν, οὐ δύναται καρποφορῆσαι πολὺ ἐρριμμένη χαμαί, καὶ ὃν φέρει καρπόν, σεσηπότα φέρει μὴ κρεμαμένη ἐπὶ τῆς πτελέας, ὅταν οὖν ἐπιρριφῇ ἡ ἄμπελος ἐπὶ τὴν πτελέαν, καὶ παῤ ἑαυτῆς φέρει καρπὸν καὶ παρὰ τῆς πτελέας.
「この葡萄の木は」と彼は言う、「実を結ぶが、楡は実を結ばぬ木である。しかしこの葡萄の木も、楡に上らなければ、地に投げ出されたままでは多くの実を結ぶことができず、結ぶ実も、楡にかからなければ腐った実を結ぶ。だから葡萄の木が楡に投げかけられると、自分自身からも楡からも実を結ぶのだ。」
Pastor Sim.2.1.4
βλέπεις οὖν, ὅτι καὶ ἡ πτελέα πολὺν καρπὸν δίδωσιν, οὐκ ἐλάσσονα τῆς ἀμπέλου, μᾶλλον δὲ καὶ πλείονα. Πῶς, φημί, κύριε, πλείονα; Ὅτι, φησίν, ἡ ἄμπελος κρεμαμένη ἐπὶ τὴν πτελέαν τὸν καρπὸν πολὺν καὶ καλὸν δίδωσιν, ἐρριμμένη δὲ χαμαὶ ὀλίγον καὶ σαπρὸν φέρει. αὕτη οὖν ἡ παραβολὴ εἰς τοὺς δούλους τοῦ θεοῦ κεῖται, εἰς πτωχὸν καὶ πλούσιον.
「だからお前は、楡もまた多くの実を与え、葡萄の木に劣らず、むしろそれよりも多くを与えることを見るのだ。」私は言う。「主よ、どうして多くなのですか。」彼は言う。「葡萄の木が楡にかかっていれば、実を多く良く与えるが、地に投げ出されていれば、少なく腐ったものを結ぶからだ。だからこの譬えは、神の僕たちのため、貧しい者と富める者とのために置かれているのだ。」
Pastor Sim.2.1.5
Πῶς, φημί, κύριε, γνώρισον μοι. Ἄκουε, φησίν: ὁ μὲν πλούσιος ἔχει χρήματα, τὰ δὲ πρὸς τὸν κύριον πτωχεύει, περισπώμενος περὶ τὸν πλοῦτον ἑαυτοῦ, καὶ λίαν μικρὰν ἔχει τὴν ἔντευξιν καὶ τὴν ἐξομολόγησιν πρὸς τὸν κύριον, καὶ ἣν ἔχει, βληχρὰν καὶ μικρὰν καὶ ἄλλην μὴ ἔχουσαν δύναμιν. ὅταν οὖν ἐπαναπάῃ ἐπὶ τὸν πένητα ὁ πλούσιος καὶ χορηγήσῃ αὐτῷ τὰ δέοντα, πιστεύει, ὅτι ἐὰν ἐργάσηται εἰς τὸν πένητα δυνηθήσεται τὸν μισθὸν εὑρεῖν παρὰ τῷ θεῷ: ὅτι ὁ πένης πλούσιός ἐστιν ἐν τῇ ἐντεύξει καὶ ἐν τῇ ἐξομολογήσει καὶ δύναμιν μεγάλην ἔχει παρὰ τῷ θεῷ ἡ ἔντευξις αὐτοῦ. ἐπιχορηγεῖ οὖν ὁ πλούσιος τῷ πένητι πάντα ἀδιστάκτως.
私は言う。「主よ、どのようにしてですか。私に教えてください。」彼は言う。「聞け。富める者は財産を持つが、主に対しては貧しい者であり、自分の富に心を奪われていて、主への嘆願と告白とがきわめて乏しい。そして持っているそれも、弱く小さく、他に力を持たないものである。そこで富める者が貧しい者のもとに身を寄せ、必要なものを彼に与えると、彼は、もし貧しい者のために働くならば神のもとに報いを見出すことができると信じる。貧しい者は嘆願と告白において富んでおり、その嘆願は神のもとで大いなる力を持つからである。こうして富める者は貧しい者にすべてを疑いなく与える。」
Pastor Sim.2.1.6
ὁ πένης δὲ ἐπιχορηγούμενος ὑπὸ τοῦ πλουσίου ἐντυγχάνει τῷ θεῷ εὐχαριστῶν αὐτῷ, ὑπὲρ τοῦ διδόντος αὐτῷ: κἀκεῖνος ἔτι ἐπισπουδάζει περὶ τοῦ πένητος, ἵνα ἀδιάλειπτος γένηται ἐν τῇ ζωῇ αὐτοῦ: οἶδε γάρ, ὅτι ἡ τοῦ πένητος ἔντευξις προσδεκτή ἐστι καὶ πλουσία πρὸς κύριον.
「そして富める者から与えられている貧しい者は、自分に与えてくれた方のために感謝しつつ神に嘆願する。すると富める者は、貧しい者の生活が絶えることのないように、なおも彼のことに心を尽くす。貧しい者の嘆願は神に受け入れられ、豊かなものであると知っているからである。」
Pastor Sim.2.1.7
ἀμφότεροι οὖν τὸ ἔργον τελοῦσιν: ὁ μὲν πένης ἐργάζεται τῇ ἐντεύξει, ἐν ᾗ πλουτεῖ, ἣν ἔλαβεν παρὰ τοῦ κυρίου: ταύτην ἀποδίδωσι τῷ κυρίῳ τῷ ἐπιχορηγοῦντι αὐτῷ. καὶ ὁ πλούσιος ὡσαύτως τὸ πλοῦτος, ὃ ἔλαβεν παρὰ τοῦ κυρίου, ἀδιστάκτως παρέχεται τῷ πένητι. καὶ τοῦτο ἔργον μέγα ἐστὶ καὶ δεκτὸν παρὰ τῷ θεῷ, ὅτι συνῆκεν ἐπὶ τῷ πλούτῳ αὐτοῦ καὶ εἰργάσατο εἰς τὸν πένητα ἐκ τῶν δωρημάτων τοῦ κυρίου καὶ ἐτέλεσε τὴν διακονίαν ὀρθῶς.
「こうして両者はその業を成し遂げる。貧しい者は、自分がそれによって富む嘆願、主から受け取ったその嘆願をもって働く。これを、自分に施してくれる主に返すのだ。そして富める者も同様に、主から受け取った富を、疑いなく貧しい者に施す。これは大いなる業であり、神に受け入れられる業である。彼は自分の富について理解し、主の賜物から貧しい者のために働き、奉仕を正しく成し遂げたからである。」
Pastor Sim.2.1.8
παρὰ τοῖς οὖν ἀνθρώποις ἡ πτελέα δοκεῖ καρπὸν μὴ φέρειν, καὶ οὐκ οἴδασιν οὐδὲ νοοῦσιν, ὅτι, ὅταν ἀβροχία γένηται, ἡ πτελέα ἔχουσα ὕδωρ τρέφει τὴν ἄμπελον καὶ ἡ ἄμπελος ἀδιάλειπτον ἔχουσα τὸ ὕδωρ διπλοῦν τὸν καρπὸν ἀποδίδωσι, καὶ ὑπὲρ ἑαυτῆς καὶ ὑπὲρ τῆς πτελέας. οὕτως καὶ οἱ πένητες ὑπὲρ τῶν πλουσίων ἐντυγχάνοντες πρὸς τὸν κύριον πληροφοροῦσι τὸ πλοῦτος αὐτῶν, καὶ πάλιν οἱ πλούσιοι χορηγοῦντες τοῖς πένησι τὰ δέοντα πληροφοροῦσι τὰς εὐχὰς αὐτῶν.
「だから人々のもとでは楡は実を結ばぬように見え、彼らは知りもせず、悟りもしない。旱魃が起こるとき、楡は水を持っていて葡萄の木を養い、葡萄の木は絶えず水を得て二倍の実を返す、すなわち自分自身のためにも楡のためにも、ということを。こうして貧しい者たちも、富める者たちのために主に嘆願することで彼らの富を確かなものとし、また富める者たちも、貧しい者たちに必要なものを施すことで彼らの祈りを確かなものとする。」
Pastor Sim.2.1.9
γίνονται οὖν ἀμφότεροι κοινωνοὶ τοῦ ἔργου τοῦ δικαίου. ταῦτα οὖν ὁ ποιῶν οὐκ ἐγκαταλειφθήσεται ὑπὸ τοῦ θεοῦ, ἀλλ’ ἔσται γεγραμμένος εἰς τὰς βίβλους τῶν ζώντων.
「かくて両者は正しい業の共同者となる。だからこれを行う者は神に見捨てられることなく、生ける者の書に記されるであろう。」
Pastor Sim.2.1.10
μακάριοι οἱ ἔχοντες καὶ συνιέντες, ὅτι παρὰ τοῦ κυρίου πλουτίζονται, ὁ γὰρ συνίων τοῦτο δυνήσεται καὶ διακονῆσαί τι ἀγαθόν.
「持っていて、自分たちが主から富まされていることを理解する者たちは幸いである。それを理解する者は、何か善いことに仕えることもできるからである。」