Pastor Vis.3.10.1
Ὅτε οὖν ἐπαύσατο μετ’ ἐμοῦ λαλοῦσα, ἦλθον οἱ ἓξ νεανίσκοι οἱ οἰκοδομοῦντες καὶ ἀπήνεγκαν αὐτὴν πρὸς τὸν πύργον, καὶ ἄλλοι τέσσαρες ἦραν τὸ συμψέλιον καὶ ἀπήνεγκαν καὶ αὐτὸ πρὸς τὸν πύργον. τούτων τὸ πρόσωπον οὐκ εἶδον, ὅτι ἀπεστραμμένοι ἦσαν.
こうして彼女が私と語るのをやめると、建てている六人の若者たちがやって来て、彼女を塔の方へ運んで行った。そして他の四人が腰掛けを持ち上げ、それもまた塔の方へ運んで行った。この者たちの顔を私は見なかった。彼らは背を向けていたからである。
Pastor Vis.3.10.2
ὑπάγουσαν δὲ αὐτὴν ἠρώτων, ἵνα μοι ἀποκαλύψῃ περὶ τῶν τριῶν μορφῶν, ἐν αἷς μοι ἐνεφανίσθη. ἀποκριθεῖσά μοι λέγει: Περὶ τούτων ἕτερον δεῖ σε ἐπερωτῆσαι, ἵνα σοι ἀποκαλυφθῇ.
彼女が立ち去って行くとき、私は彼女に、彼女が私に現れた三つの姿について明かしてくれるよう願った。彼女は答えて私に言う。「これについては、別の者にお前は尋ねなければならない、お前に明かされるために。」
Pastor Vis.3.10.3
ὤφθη δέ μοι, ἀδελφοί, τῇ μὲν πρώτῃ ὁράσει τῇ περυσινῇ λίαν πρεσβυτέρα καὶ ἐν καθέδρᾳ καθημένη.
兄弟たちよ、彼女は私に、去年の第一の幻においては、非常に年老いた姿で、椅子に座って現れた。
Pastor Vis.3.10.4
τῇ δὲ ἑτέρᾳ ὁράσει τὴν μὲν ὄψιν νεωτέραν εἶχεν, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας, καὶ ἑστηκυῖά μοι ἐλάλει: ἱλαρωτέρα δὲ ἦν ἢ τὸ πρότερον.
次の幻においては、顔つきはより若かったが、肉と髪はより年老いており、立ったまま私に語った。以前より朗らかであった。
Pastor Vis.3.10.5
τῇ δὲ τρίτῃ ὁράσει ὅλη νεωτέρα καὶ κάλλει ἐκπρεπεστάτη, μόνας δὲ τὰς τρίχας πρεσβυτέρας εἶχεν: ἱλαρὰ δὲ εἰς τέλος ἦν καὶ ἐπὶ συμψελίου καθημένη.
第三の幻においては、全く若く、この上なく美しく、ただ髪だけが年老いたものであった。この上なく朗らかであり、腰掛けに座っていた。
Pastor Vis.3.10.6
περὶ τούτων περίλυπος ἤμην λίαν τοῦ γνῶναί με τὴν ἀποκάλυψιν ταύτην, καὶ βλέπω τὴν πρεσβυτέραν ἐν ὁράματι τῆς νυκτὸς λέγουσάν μοι. Πᾶσα ἐρώτησις ταπεινοφροσύνης χρῄζει. νήστευσον οὖν, καὶ λήμψῃ ὃ αἰτεῖς παρὰ τοῦ κυρίου.
私はこの啓示を知ろうとして、これについて非常に悲しんでいた。すると私は夜の幻の中で老婦人を見た。彼女は私に言う。「あらゆる問いは謙遜を必要とする。それゆえ断食せよ。そうすれば、お前が主に求めるものを受けるであろう。」
Pastor Vis.3.10.7
ἐνήστευσα οὖν μίαν ἡμέραν, καὶ αὐτῇ τῇ νυκτί μοι ὤφθη νεανίσκος καὶ λέγει μοι: Τί σὺ ὑπὸ χεῖρα αἰτεῖς ἀποκαλύψεις ἐν δεήσει; βλέπε, μήποτε πολλὰ αἰτούμενος βλάψῃς σου τὴν σάρκα.
私は一日断食した。すると同じ夜に、一人の若者が私に現れて言った。「なぜお前は祈願においてしきりに啓示を求めるのか。多く求めることで、お前の肉を害することのないよう見よ。」
Pastor Vis.3.10.8
ἀρκοῦσίν σοι αἱ ἀποκαλύψεις αὗται. μήτι δύνῃ ἰσχυροτέρας ἀποκαλύψεις ὧν ἑώρακας ἰδεῖν;
「これらの啓示はお前にとって十分である。お前が見たものより力強い啓示を、お前は見ることができようか。」
Pastor Vis.3.10.9
ἀποκριθείς αὐτῷ λέγω: Κύριε, τοῦτο μόνον αἰτοῦμαι, περὶ τῶν τριῶν μορφῶν τῆς πρεσβυτέρας ἵνα ἀποκάλυψις ὁλοτελὴς γένηται. ἀποκριθείς μοι λέγει: Μέχρι τίνος ἀσύνετοί ἐστε; ἀλλ’ αἱ διψυχίαι ὑμῶν ἀσυνέτους ὑμᾶς ποιοῦσιν καὶ τὸ μὴ ἔχειν τὴν καρδίαν ὑμῶν πρὸς τὸν κύριον.
私は彼に答えて言う。「主よ、私はただこれだけを求めます。老婦人の三つの姿について、完全な啓示が与えられますように。」彼は私に答えて言う。「諸君はいつまで理解を欠いているのか。諸君の二心が諸君を理解の欠けた者にし、諸君の心を主に向けないのだ。」
Pastor Vis.3.10.10
ἀποκριθεὶς αὐτῷ πάλιν εἶπον: Ἀλλ’ ἀπὸ σοῦ, κύριε, ἀκριβέστερον αὐτὰ γνωσόμεθα.
私は彼に再び答えて言った。「しかし主よ、お前から、我々はそれをより正確に知ることになるでしょう。」