ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput XIII 幻 3 第XIII章

Hermas · Pastor · 4 sectiones

Pastor Vis.3.13.1

1

Τῇ δὲ τρίτῃ ὁράσει εἶδες αὐτὴν νεωτέραν καὶ καλὴν καὶ ἱλαρὰν καὶ καλὴν τὴν μορφὴν αὐτῆς:

「第三の幻において、お前は彼女が若く、美しく、朗らかで、その姿も美しいのを見た。」

Pastor Vis.3.13.2

2

ὡς ἐὰν γάρ τινι λυπουμένῳ ἔλθῃ ἀγγελία ἀγαθή τις, εὐθὺς ἐπελάθετο τῶν προτέρων λυπῶν καὶ οὐδὲν ἄλλο προσδέχεται εἰ μὴ τὴν ἀγγελίαν, ἣν ἤκουσεν, καὶ ἰσχυροποιεῖται λοιπὸν εἰς τὸ ἀγαθὸν καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα διὰ τὴν χαράν, ἣν ἔλαβεν: οὕτως καὶ ὑμεῖς ἀνανέωσιν εἰλήφατε τῶν πνευμάτων ὑμῶν ἰδόντες ταῦτα τὰ ἀγαθά.

「ちょうど、悲しんでいる誰かに何か良い知らせが届くと、すぐに以前の悲しみを忘れ、聞いた知らせ以外の何も期待しなくなり、その後は善へと強められ、受けた喜びのゆえにその霊が新しくされるように。同じように諸君も、これらの良いことを見て、自分たちの霊の刷新を受けたのである。」

Pastor Vis.3.13.3

3

καὶ ὅτι ἐπὶ συμψελίου εἶδες καθημένην, ἰσχυρὰ ἡ θέσις, ὅτι τέσσαρας πόδας ἔχει τὸ συμψέλιον καὶ ἰσχυρῶς ἕστηκεν: καὶ γὰρ ὁ κόσμος διὰ τεσσάρων στοιχείων κρατεῖται.

「そして、お前が彼女が腰掛けに座っているのを見たのは、その位置が強固だからである。腰掛けは四本の足を持ち、強固に立っているからである。世もまた四つの元素によって支えられている。」

Pastor Vis.3.13.4

4

οἱ οὖν μετανοήσαντες ὁλοτελῶς νέοι ἔσονται καὶ τεθεμελιωμένοι, οἱ ἐξ ὅλης καρδίας μετανοήσαντες. ἀπέχεις ὁλοτελῆ τὴν ἀποκάλυψιν: μηκέτι μηδὲν αἰτήσῃς περὶ ἀποκαλύψεως, ἐάν τι δὲ δέῃ, ἀποκαλυφθήσεταί σοι.

「それゆえ、悔い改めた者たちは、完全に若くなり、しっかりと据えられるであろう——心を尽くして悔い改めた者たちは。お前は完全な啓示を受け取った。もはや啓示について何も求めるな。何か必要であれば、お前に明かされるであろう。」