ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.8, Caput IX 譬え 8 第IX章

Hermas · Pastor · 4 sectiones

Pastor Sim.8.9.1

1

Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους τὰ μὲν δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν, οὗτοί εἰσι πιστοὶ μὲν γεγονότες, πλουτήσαντες δὲ καὶ γενόμενοι ἔνδοξοι παρὰ τοῖς ἔθνεσιν: ὑπερηφανίαν μεγάλην ἐνεδύσαντο καὶ ὑψηλόφρονες ἐγένοντο καὶ κατέλιπον τὴν ἀλήθειαν καὶ οὐκ ἐκολλήθησαν τοῖς δικαίοις, ἀλλὰ μετὰ τῶν ἐθνῶν συνέζησαν, καὶ αὕτη ἡ ὁδὸς ἡδυτέρα αὐτοῖς ἐγένετο: ἀπὸ δὲ τοῦ θεοῦ οὐκ ἀπέστησαν, ἀλλ’ ἐνέμειναν τῇ πίστει, μὴ ἐργαζόμενοι τὰ ἔργα τῆς πίστεως.

枝を、三分の二は枯れ、三分の一は青いままで返した者たち、これは信じる者となったが、富み、異邦人たちの間で栄えある者となった。彼らは大いなる高慢を身にまとい、高ぶる思いを抱くようになり、真理を捨て、正しい者たちに結びつかず、かえって異邦人たちと共に生きた。そしてこの道が彼らにとってより快いものとなった。しかし神から離れ去ることはなく、信仰にとどまってはいたが、信仰の業を行わなかった。

Pastor Sim.8.9.2

2

πολλοὶ οὖν ἐξ αὐτῶν μετενόησαν, καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἐν τῷ πύργῳ.

彼らのうち多くは悔い改め、彼らの住まいは塔の中となった。

Pastor Sim.8.9.3

3

ἕτεροι δὲ εἰς τέλος μετὰ τῶν ἐθνῶν συζῶντες καὶ φθειρόμενοι ταῖς κενοδοξίαις τῶν ἐθνῶν ἀπέστησαν ἀπὸ τοῦ θεοῦ καὶ ἔπραξαν τὰς πράξεις τῶν ἐθνῶν. οὗτοι μετὰ τῶν ἐθνῶν ἐλογίσθησαν.

しかし他の者たちは最後まで異邦人たちと共に生き、異邦人たちの虚栄によって滅び、神から離れ去り、異邦人たちの行いを行った。この者たちは異邦人たちと共に数えられた。

Pastor Sim.8.9.4

4

ἕτεροι δὲ ἐξ αὐτῶν ἐδιψύχησαν μὴ ἐλπίζοντες σωθῆναι διὰ τὰς πράξεις, ἃς ἔπραξαν: ἕτεροι δὲ ἐδιψύχησαν καὶ σχίσματα ἐν ἑαυτοῖς ἐποίησαν. τούτοις οὖν τοῖς διψυχήσασι διὰ τὰς πράξεις αὐτῶν μετάνοια ἔτι ἐστίν: ἀλλ’ ἡ μετάνοια αὐτῶν ταχινὴ ὀφείλει εἶναι, ἵνα ἡ κατοικία αὐτῶν γένηται εἰς τὸν πύργον τῶν δὲ μὴ μετανοούντων, ἀλλ’ ἐπιμενόντων ταῖς ἡδοναῖς, ὁ θάνατος ἐγγύς.

また彼らのうち他の者たちは二心を抱き、自分たちの行った行いのゆえに救われることを望まなくなった。また他の者たちは二心を抱き、自分たちの間に分裂を起こした。そこでこの、自分たちの行いのゆえに二心を抱いた者たちには、なお悔い改めがある。しかし彼らの悔い改めは速やかでなければならない。彼らの住まいが塔の中となるためである。悔い改めず、快楽にとどまり続ける者たちには、死が近い。