ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XVI 譬え 9 第XVI章

Hermas · Pastor · 7 sectiones

Pastor Sim.9.16.1

1

Ἔτι μοι, φημί, κύριε, δήλωσον. Τί, φησίν, ἐπιζητεῖς; Διατί, φημί, κύριε, οἱ λίθοι ἐκ τοῦ βυθοῦ ἀνέβησαν καὶ εἰς τὴν οἰκοδομὴν τοῦ πύργου ἐτέθησαν, πεφορηκότες τὰ πνεύματα ταῦτα;

「主よ、私にさらに明らかにしてください」と私は言った。「お前は何を求めているのか」と彼は言う。「主よ、なぜ石は深みから上がって来て、この霊を身にまとったまま塔の建物に置かれたのですか」と私は言った。

Pastor Sim.9.16.2

2

Ἀνάγκην, φησίν, εἶχον δἰ ὕδατος ἀναβῆναι, ἵνα ζωοποιηθῶσιν: οὐκ ἠδύναντο γὰρ ἄλλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, εἰ μὴ τὴν νέκρωσιν ἀπέθεντο τῆς ζωῆς αὐτῶν τῆς προτέρας.

「彼らは、生かされるために水を通って上がる必要があったのだ」と彼は言う。「彼らは、以前の命における死を脱ぎ捨てなければ、他のやり方で神の王国に入ることはできなかったからである」。

Pastor Sim.9.16.3

3

ἔλαβον οὖν καὶ οὗτοι οἱ κεκοιμημένοι τὴν σφραγῖδα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ εἰσῆλθον εἰς τὴν βασιλείαν τοῦ θεοῦ: πρὶν γάρ, φησί, φορέσαι τὸν ἄνθρωπον τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, νεκρός ἐστιν: ὅταν δὲ λάβῃ τὴν σφραγῖδα, ἀποτίθεται τὴν νέκρωσιν καὶ ἀναλαμβάνει τὴν ζωήν.

「それゆえ、この眠りについた者たちも、神の子の刻印を受け、神の王国に入った。人が神の子の名を身にまとう前は、死んでいるからである。刻印を受けるとき、死を脱ぎ捨て、命を受け取るのである」。

Pastor Sim.9.16.4

4

ἡ σφραγὶς οὖν τὸ ὕδωρ ἐστίν: εἰς τὸ ὕδωρ οὖν καταβαίνουσι νεκροὶ καὶ ἀναβαίνουσι ζῶντες. κἀκείνοις οὖν ἐκηρύχθη ἡ σφραγὶς αὕτη καὶ ἐχρήσαντο αὐτῇ, ἵνα εἰσέλθωσιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

「それゆえ、刻印とは水のことである。人は死んでその水に下り、生きて上がる。それゆえ、この刻印は彼らにも宣べ伝えられ、彼らはそれを用いた。神の王国に入るためである」。

Pastor Sim.9.16.5

5

Διατί, φημί, κύριε, καὶ οἱ μ λίθοι μετ’ αὐτῶν ἀνέβησαν ἐκ τοῦ βυθοῦ, ἤδη ἐσχηκότες τὴν σφαγῖδα; Ὅτι, φησίν, οὗτοι οἱ ἀπόστολοι καὶ οἱ διδάσκαλοι οἱ κηρύξαντες τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, κοιμηθέντες ἐν δυνάμει καὶ πίστει τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξαν καὶ τοῖς προκεκοιμημένοις καὶ αὐτοὶ ἔδωκαν αὐτοῖς τὴν σφραγῖδα τοῦ κηρύγματος.

「では主よ、なぜ四十の石も、すでに刻印を受けていながら、彼らと共に深みから上がって来たのですか」と私は言った。「それは、神の子の名を宣べ伝えた使徒たちと教師たちだからである」と彼は言う。「彼らは神の子の力と信仰のうちに眠りについたのち、既に眠りについていた者たちにも宣べ伝え、自ら彼らにその宣教の刻印を与えた」。

Pastor Sim.9.16.6

6

κατέβησαν οὖν μετ’ αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν: ἀλλ’ οὗτοι μὲν ζῶντες κατέβησαν καὶ ζῶντες ἀνέβησαν: ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν.

「それゆえ、彼らは彼らと共に水に下り、再び上がった。ただ、この者たちは生きて下り、生きて上がったのに対し、あの先に眠りについていた者たちは死んで下り、生きて上がった」。

Pastor Sim.9.16.7

7

διὰ τούτων οὖν ἐζωοποιήθησαν καὶ ἐπέγνωσαν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ: διὰ τοῦτο καὶ συνανέβησαν μετ’ αὐτῶν, καὶ συνηρμόσθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, καὶ ἀλατόμητοι συνῳκοδομήθησαν: ἐν δικαιοσύνῃ γὰρ ἐκοιμήθησαν καὶ ἐν μεγάλῃ ἁγνείᾳ: μόνον δὲ τὴν σφραγῖδα ταύτην οὐκ εἶχον. ἔχεις οὖν καὶ τὴν τούτων ἐπίλυσιν. Ἔχω, φημί, κύριε.

「それゆえ、彼らはこの者たちによって生かされ、神の子の名を知るに至った。それゆえ彼らはまた彼らと共に上がり、塔の建物へと共に組み合わされ、切り整えられることなく共に建てられた。正義のうちに、そして大いなる純潔のうちに眠りについていたからである。ただ、この刻印だけを持っていなかったのだ。これで、この者たちについての解き明かしも得た」と彼は言う。「得ました、主よ」と私は言った。