Pastor Sim.9.11.1
Λέγουσι μοι αἱ παρθένοι: Σήμερον ὁ ποιμὴν ὧδε οὐκ ἔρχεται. Τί οὖν, φημί, ποιήσω ἐγώ; Μέχρις ὀψέ, φασίν, περίμεινον αὐτόν: καὶ ἐὰν ἔλθῃ, λαλήσει μετὰ σοῦ, ἐὰν δὲ μὴ ἔλθῃ, μενεῖς μεθ̓ ἡμῶν ὧδε ἕως ἔρχεται.
乙女たちは私に言う、「今日、牧者はここに来ない」。「それでは私はどうすればよいのですか」と私は言った。「夕方まで彼を待て」と彼女たちは言う、「もし彼が来れば、お前と語るだろう。もし来なければ、彼が来るまでお前は我々と共にここに留まるであろう」。
Pastor Sim.9.11.2
λέγω αὐταῖς: Ἐκδέξομαι αὐτὸν ἕως ὀψέ: ἐὰν δὲ μὴ ἔλθῃ, ἀπελεύσομαι εἰς τὸν οἶκον καὶ πρωῒ ἐπανήξω. αἱ δὲ ἀκοκριθεῖσαι λέγουσί μοι: Ἡμῖν παρεδόθης: οὐ δύνασαι ἀφ̓ ἡμῶν ἀναχωρῆσαι.
私は彼女たちに言った、「私は夕方まで彼を待とう。もし彼が来なければ、家に帰り、朝にまた戻って来よう」。すると彼女たちは答えて私に言う、「お前は我々に委ねられた。我々から離れることはできない」。
Pastor Sim.9.11.3
Ποῦ οὖν, φημί, μενῶ; Μεθ̓ ἡμῶν, φασί, κοιμηθήσῃ ὡς ἀδελφός, καὶ οὐχ ὡς ἀνήρ: ἡμέτερος γὰρ ἀδελφὸς εἶ, καὶ τοῦ λοιποῦ μέλλομεν μετὰ σοῦ κατοικεῖν, λίαν γάρ σε ἀγαπῶμεν. ἐγὼ δὲ ᾐσχυνόμην μετ αὐτῶν μένειν.
「それでは、私はどこに留まればよいのですか」と私は言った。「我々と共に」と彼女たちは言う、「お前は兄弟として休み、夫としてではない。お前は我々の兄弟であり、これからは我々と共に住むことになるからだ。我々はお前を大いに愛しているのだ」。私は彼女たちと共に留まることを恥じていた。
Pastor Sim.9.11.4
καὶ ἡ δοκοῦσα πρώτη αὐτῶν εἶναι ἤρξατό με καταφιλεῖν καὶ περιπλέκεσθαι. αἱ δὲ ἄλλαι ὁρῶσαι ἐκείνην περιπλεκομένην μοι καὶ αὐταὶ ἤρξαντό με καταφιλεῖν καὶ περιάγειν κύκλῳ τοῦ πύργου καὶ παίζειν μετ’ ἐμοῦ.
すると、彼女たちのうちで一番と思われる者が、私に口づけをし、抱きつき始めた。他の乙女たちは、彼女があのように私に抱きついているのを見て、自分たちも私に口づけをし、塔の周りを引き回し、私と共に戯れ始めた。
Pastor Sim.9.11.5
κἀγὼ ὡσεὶ νεώτερος ἐγεγόνειν καὶ ἠρξάμην καὶ αὐτὸς παίζειν μετ’ αὐτῶν: αἱ μὲν γὰρ ἐχόρευον, αἱ δὲ ὠρχοῦντο, αἱ δὲ ᾖδον: ἐγὼ δὲ σιγὴν ἔχων μετ’ αὐτῶν κύκλῳ τοῦ πύργου περιεπάτουν καὶ ἱλαρὸς ἤμην μετ’ αὐτῶν.
私も、まるで若返ったかのようになり、私自身も彼女たちと共に戯れ始めた。ある者たちは踊り、ある者たちは舞い、ある者たちは歌った。私は黙って彼女たちと共に塔の周りを歩き回り、彼女たちと共に朗らかであった。
Pastor Sim.9.11.6
ὀψίας δὲ γενομένης ἤθελον εἰς τὸν οἶκον ὑπάγειν: αἱ δὲ οὐκ ἀφῆκαν, ἀλλὰ κατέσχον με. καὶ ἔμεινα μετ’ αὐτῶν τὴν νύκτα καὶ ἐκοιμήθην παρὰ τὸν πύργον.
夕方になったので、私は家に帰ろうとした。しかし彼女たちは許さず、私を引き留めた。私は彼女たちと共にその夜を過ごし、塔のそばで眠った。
Pastor Sim.9.11.7
ἔστρωσαν γὰρ αἱ παρθένοι τοὺς λινοῦς χιτῶνας ἑαυτῶν χαμαὶ καὶ ἐμὲ ἀνέκλιναν εἰς τὸ μέσον αὐτῶν, καὶ οὐδὲν ὅλως ἐποίουν εἰ μὴ προσηύχοντο: κἀγὼ μετ’ αὐτῶν ἀδιαλείπτως προσηυχόμην καὶ οὐκ ἔλασσον ἐκείνων. καὶ ἔχαιρον αἱ παρθένοι οὕτω μου προσευχομένου. καὶ ἔμεινα ἐκεῖ μέχρι τῆς αὔριον ἕως ὥρας δευτέρας μετὰ τῶν παρθένον.
乙女たちは自分たちの亜麻の衣を地面に敷き、私をその真ん中に横たえさせた。そして彼女たちは、祈る以外は全く何もしなかった。私も彼女たちと共に絶え間なく祈り、彼女たちに劣らず祈った。乙女たちは、私がこのように祈るのを喜んだ。そして私は翌日の第二の時まで、乙女たちと共にそこに留まった。
Pastor Sim.9.11.8
εἶτα παρῆν ὁ ποιμήν, καὶ λέγει ταῖς παρθένοις: Μή τινα αὐτῷ ὕβριν πεποιήκατε; Ἐρώτα, φασίν, αὐτόν. λέγω αὐτῷ: Κύριε, εὐφράνθην μετ’ αὐτῶν μείνας. Τί, φησίν, ἐδείπνησας; Ἐδείπνησα, φημί, κύριε, ῥήματα κυρίου ὅλην τὴν νύκτα. Καλῶς, φησίν, ἔλαβόν σε; Ναί, φημί, κύριε.
それから牧者が現れ、乙女たちに言う、「諸君はこの者に何か辱めを加えなかったか」。「彼に尋ねてください」と彼女たちは言う。私は彼に言った、「主よ、私は彼女たちと共に留まって喜びました」。「何を」と彼は言う、「お前は夕食にしたのか」。「主よ、私は一晩中、主の言葉を夕食にしました」と私は言う。「彼女たちはお前をよく迎えたか」と彼は言う。「はい、主よ」と私は言う。
Pastor Sim.9.11.9
Νῦν, φησί, τί θελεῖς πρῶτον ἀκοῦσαι; Καθώς, φημί, κύριε, ἀπ’ ἀρχῆς ἔδειξας: ἐρωτῶ σε, κύριε, ἵνα, καθὼς ἄν σε ἐπερωτήσω, οὕτω μοι καὶ δηλώσῃς. Καθὼς βούλει, φησίν, οὕτω σοι καὶ ἐπιλύσω, καὶ οὐδὲν ἅλως ἀποκρύψω ἀπὸ σοῦ.
「では今、お前はまず何を聞きたいのか」と彼は言う。「主よ、初めから示されたとおりに」と私は言う、「私はお前に願います、私がお前に問うたとおりに、そのように私にもお示しくださるように」。「お前が望むとおりに、私はお前に解き明かそう。何一つ全く隠すことはしない」と彼は言う。