Pastor Vis.1.4.1
Ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας, ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν.
彼女が朗読を終え、椅子から立ち上がると、四人の若者が来て、椅子を担ぎ、東の方へ去って行った。
Pastor Vis.1.4.2
προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ στήθους μου καὶ λέγει μοι: Ἤρεσέν σοι ἡ ἀνάγνωσίς μου; καὶ λέγω αὐτῇ: Κυρία, ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει, τὰ δὲ πρῶτα χαλεπὰ καὶ σκληρά. ἡ δὲ ἔφη μοι λέγουσα: Ταῦτα τὰ ἔσχατα τοῖς δικαίοις, τὰ δὲ πρῶτα τοῖς ἔθνεσιν καὶ τοῖς ἀποστάταις.
彼女は私を呼び寄せ、私の胸に触れて言った。「私の朗読はお前の気に入ったか。」私は彼女に言った。「奥方よ、この最後のことは私の気に入りましたが、最初のことは厳しく、辛いものでした。」すると彼女は私に言った。「この最後のことは正しい者たちのため、最初のことは異邦人と背教者たちのためである。」
Pastor Vis.1.4.3
λαλούσης αὐτῆς μετ’ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν, ὅπου ἡ καθέδρα, πρὸς τὴν ἀνατολήν. ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι: Ἀνδρίζου, Ἑρμᾶ.
彼女が私と語っている間に、二人の男が現れ、彼女の両肘を取って抱え上げ、椅子のある方、東の方へ去って行った。彼女は朗らかに去り、去りながら私に言った。「雄々しくあれ、ヘルマスよ。」