ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput V 幻 3 第V章

Hermas · Pastor · 5 sectiones

Pastor Vis.3.5.1

1

Ἄκουε νῦν περὶ τῶν λίθων τῶν ὑπαγόντων εἰς τὴν οἰκοδομήν. οἱ μὲν οὖν λίθοι οἱ τετράγωνοι καὶ λευκοὶ καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν, οὗτοί εἰσιν οἱ ἀπόστολοι καὶ ἐπίσκοποι καὶ διδάσκαλοι καὶ διάκονοι οἱ πορευθέντες κατὰ τὴν σεμνότητα τοῦ θεοῦ καὶ ἐπισκοπήσαντες καὶ διδάξαντες καὶ διακονήσαντες ἁγνῶς καὶ σεμνῶς τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, οἱ μὲν κεκοιμημένοι, οἱ δὲ ἔτι ὄντες: καὶ πάντοτε ἑαυτοῖς συνεφώνησαν καὶ ἐν ἑαυτοῖς εἰρήνην ἔσχον καὶ ἀλλήλων ἤκουον: διὰ τοῦτο ἐν τῇ οἰκοδομῇ τοῦ πύργου συμφωνοῦσιν αἱ ἁρμογαὶ αὐτῶν.

「今、建物に入って行く石について聞け。四角く白く、その継ぎ目が調和している石――これらは、神の尊さに従って歩み、神の選ばれた者たちを清く尊く監督し、これに教え、これに仕えた使徒たち、監督たち、教師たち、奉仕者たちである。ある者はすでに眠りにつき、ある者はなお生きている。彼らは常に互いに調和し、互いのうちに平和を保ち、互いに耳を傾けあった。それゆえ、塔の建物において、彼らの継ぎ目は調和しているのである。」

Pastor Vis.3.5.2

2

Οἱ δὲ ἐκ τοῦ βυθοῦ ἑλκόμενοι καὶ ἐπιτιθέμενοι εἰς τὴν οἰκοδομὴν καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν μετὰ τῶν ἑτέρων λίθων τῶν ἤδη ᾠκοδομημένων, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ παθόντες ἕνεκεν τοῦ ὀνόματος τοῦ κυρίου.

「では、深みから引き上げられ、建物に据えられ、すでに建てられた他の石との継ぎ目が調和している者たちは誰ですか。」「この者たちは、主の御名のために苦しみを受けた者たちである。」

Pastor Vis.3.5.3

3

Τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπὸ τῆς ξηρᾶς θέλω γνῶναι, τίνες εἰσίν, κυρία. ἔφη: Τοὺς μὲν εἰς τὴν οἰκοδομὴν ὑπάγοντας καὶ μὴ λατομουμένους, τούτους ὁ κύριος ἐδοκίμασεν, ὅτι ἐπορεύθησαν ἐν τῇ εὐθύτητι τοῦ κυρίου καὶ κατωρθώσαντο τὰς ἐντολὰς αὐτοῦ.

「乾いた地から運ばれてきた他の石については、それが誰であるか知りたいのです、奥方よ。」彼女は言った。「建物に入って行き、切り整えられることのなかった者たち――この者たちを、主は是認された。彼らは主の正しさのうちに歩み、その戒めを正しく行ったからである。」

Pastor Vis.3.5.4

4

Οἱ δὲ ἀγόμενοι καὶ τιθέμενοι εἰς τὴν οἰκοδομήν, τίνες εἰσίν; Νέοι εἰσὶν ἐν τῇ πίστει καὶ πιστοί. νουθετοῦνται δὲ ὑπὸ τῶν ἀγγέλων εἰς τὸ ἀγαθοποιεῖν, διότι εὑρέθη ἐν αὐτοῖς πονηρία.

「では、運ばれて建物に据えられる者たちは誰ですか。」「彼らは信仰において新しく、忠実な者たちである。彼らは天使たちによって善を行うよう戒められている。彼らのうちに悪しきことが見出されたからである。」

Pastor Vis.3.5.5

5

Οὓς δὲ ἀπέβαλλον καὶ ἐρίπτουν, τίνες εἰσίν; Οὗτοί εἰσιν ἡμαρτηκότες καὶ θέλοντες μετανοῆσαι: διὰ τοῦτο μακρὰν οὐκ ἀπερίφησαν ἔξω τοῦ πύργου, ὅτι εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν, ἐὰν μετανοήσωσιν. οἱ οὖν μέλλοντες μετανοεῖν, ἐὰν μετανοήσωσιν, ἰσχυροὶ ἔσονται ἐν τῇ πίστει, ἐὰν νῦν μετανοήσωσιν, ἐν ᾧ οἰκοδομεῖται ὁ πύργος. ἐὰν δὲ τελεσθῇ ἡ οἰκοδομή, οὐκέτι ἔχουσιν τόπον, ἀλλ’ ἔσονται ἔκβολοι: μόνον δὲ τοῦτο ἔχουσιν, παρὰ τῷ πύργῳ κεῖσθαι.

「では、投げ捨てられ、捨てられた者たちは誰ですか。」「この者たちは罪を犯し、悔い改めを望んでいる者たちである。それゆえ、彼らは塔の外へ遠くへ投げ捨てられなかった。もし悔い改めるなら、建物に有用となるであろうからだ。だから、悔い改めようとしている者たちは、もし悔い改めるなら、信仰において強くなるであろう――塔が建てられているこの時に、今悔い改めるならば。だが、建造が完成すれば、彼らにはもはや場所はなく、投げ捨てられた者となるであろう。ただ一つ、彼らに残されているのは、塔のそばに横たわることだけである。」