ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.4, Caput I 譬え 4 第I章

Hermas · Pastor · 8 sectiones

Pastor Sim.4.1.1

1

Ἔδειξέ μοι πάλιν δένδρα πολλά, ἃ μὲν βλαστῶντα, ἃ δὲ ξηρά, καὶ λέγει μοι: Βλέπεις, φησί, τὰ δένδρα ταῦτα; Βλέπω, φημί, κύριε, τὰ μὲν βλαστῶντα τὰ δὲ ξηρά.

彼は再び私に多くの木を見せた。あるものは芽吹き、あるものは枯れていた。そして私に言う。「お前はこれらの木を見ているか。」私は言う。「見ています、主よ。あるものは芽吹き、あるものは枯れています。」

Pastor Sim.4.1.2

2

Ταῦτα, φησί, τὰ δένδρα τὰ βλαστῶντα οἱ δίκαιοί εἰσιν οἱ μέλλοντες κατοικεῖν εἰς τὸν αἰῶνα τὸν ἐρχόμενον: ὁ γὰρ αἰὼν ὁ ἐρχόμενος θερεία ἐστὶ τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς χειμών. ὅταν οὖν ἐπιλάμψῃ τὸ ἔλεος τοῦ κυρίου, τότε φανερωθήσονται οἱ δουλεύοντες τῷ θεῷ, καὶ πάντες φανερωθήσονται.

彼は言う。「これら芽吹いている木は、来たるべき世に住むことになる正しい者たちである。来たるべき世は正しい者たちにとって夏であるが、罪ある者たちにとっては冬だからである。だから主の憐れみが照り輝くとき、神に仕える者たちが現れ、すべての者が現れるのだ。」

Pastor Sim.4.1.3

3

ὥσπερ γὰρ τῷ θέρει ἑνὸς ἑκάστου δένδρου οἱ καρποὶ φανεροῦνται καὶ ἐπιγινώσκονται ποταποί εἰσιν, οὕτω καὶ τῶν δικαίων οἱ καρποὶ φανεροὶ ἔσονται καὶ γνωσθήσονται πάντες εὐθαλεῖς ὄντες ἐν τῷ αἰῶνι ἐκείνῳ.

「夏に、木の一本一本の実が現れ、どのような実であるかが知られるように、正しい者たちの実もまた現れ、みなかの世においてよく茂っていることが知られるであろう。」

Pastor Sim.4.1.4

4

τὰ δὲ ἔθνη καὶ οἱ ἁμαρτωλοί, ἃ εἶδες τὰ δένδρα τὰ ξηρά, τοιοῦτοι εὑρεθήσονται ξηροὶ καὶ ἄκαρποι ἐν ἐκείνῳ τῷ αἰῶνι καὶ ὡς ξύλα κατακαυθήσονται καὶ φανεροὶ ἔσονται, ὅτι ἡ πρᾶξις αὐτῶν πονηρὰ γέγονεν ἐν τῇ ζωῇ αὐτῶν. οἱ μὲν γὰρ ἁμαρτωλοὶ καυθήσονται, ὅτι ἥμαρτον καὶ οὐ μετενόησαν: τὰ δὲ ἔθνη καυθήσονται, ὅτι οὐκ ἔγνωσαν τὸν κτίσαντα αὐτούς.

「しかし異邦人と罪ある者たち、すなわちお前が見た枯れた木は、かの世においても枯れて実を結ばぬままであることが分かり、薪のように焼き尽くされ、その行いがその生涯において悪であったことが明らかになるであろう。罪ある者たちは、罪を犯していながら悔い改めなかったがゆえに焼かれ、異邦人は、自分たちを造った方を知らなかったがゆえに焼かれるのである。」

Pastor Sim.4.1.5

5

σὺ οὖν καρποφόρησον, ἵνα ἐν τῷ θέρει ἐκείνῳ γνωσθῇ σου ὁ καρπός: ἀπέχου δὲ ἀπὸ πολλῶν πράξεων καὶ οὐδὲν διαμαρτήσεις. οἱ γὰρ τὰ πολλὰ πράσσοντες πολλὰ καὶ ἁμαρτάνουσι, περισπώμενοι περὶ τὰς πράξεις αὐτῶν καὶ μηδὲν δουλεύοντες τῷ κυρίῳ ἑαυτῶν.

「だからお前は実を結べ、あの夏にお前の実が知られるように。そして多くの行いを慎め、そうすれば何も過つことはない。多くのことを行う者は多くの点で罪も犯す。自分の行いに心を奪われ、自分の主に何一つ仕えていないからである。」

Pastor Sim.4.1.6

6

πῶς οὖν, φησίν, ὁ τοιοῦτος δύναταί τι αἰτήσασθαι παρὰ τοῦ κυρίου καὶ λαβεῖν, μὴ δουλεύων τῷ κυρίῳ; οἱ δουλεύοντες αὐτῷ, ἐκεῖνοι λήψονται τὰ αἰτήματα αὐτῶν. οἱ δὲ μὴ δουλεύοντες τῷ κυρίῳ, ἐκεῖνοι οὐδὲν λήψονται.

「では」と彼は言う、「そのような者が、主に仕えもせずに、主から何かを求めて受け取ることが、どうしてできようか。主に仕えている者たち、その者たちは自分の求めを受け取るであろう。しかし主に仕えていない者たち、その者たちは何も受け取らないであろう。」

Pastor Sim.4.1.7

7

ἐὰν δὲ μίαν τις πρᾶξιν ἐργάσηται, δυναται καὶ τῷ κυρίῳ δουλεῦσαι: οὐ γὰρ διαφθαρήσεται ἡ διάνοια αὐτοῦ ἀπὸ τοῦ κυρίου, ἀλλὰ δουλεύσει αὐτῷ ἔχων τὴν διάνοιαν αὐτοῦ καθαράν.

「しかし、誰かが一つの行いだけを行うならば、その者は主に仕えることもできる。彼の思いが主から損なわれることはなく、清い思いを保ちながら主に仕えるであろうからだ。」

Pastor Sim.4.1.8

8

ταῦτα οὖν ἐὰν ποιήσῃς, δύνασαι καρποφορῆσαι εἰς τὸν αἰῶνα τὸν ἐρχόμενον: καὶ ὃς ἂν ταῦτα ποιήσῃ, καρποφορήσει.

「だからお前がこれを行うならば、来たるべき世で実を結ぶことができる。そしてこれを行う者は誰であれ、実を結ぶであろう。」