Pastor Mand.7.1.1
Φοβήθητι, φησί, τὸν κύριον καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ. φυλάσσων οὖν τὰς ἐντολὰς τοῦ θεοῦ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος γὰρ τὸν κύριον πάντα καλῶς ἐργάσῃ: οὗτος δέ ἐστιν ὁ φόβος, ὃν δεῖ σε φοβηθῆναι, καὶ σωθῆναι.
「主を畏れよ」と彼は言う、「そして主の戒めを守れ。神の戒めを守るなら、お前はあらゆる行いにおいて力ある者となり、お前の行いは比べるものなきものとなる。主を畏れるなら、お前はすべてを良く行うであろう。これこそ、お前が畏れ、そして救われるべき、その畏れである」。
Pastor Mand.7.1.2
τὸν δὲ διάβολον μὴ φοβηθῇς: φοβούμενος γὰρ τὸν κύριον κατακυριεύσεις τοῦ διαβόλου, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν. ἐν ᾧ δὲ δύναμις οὐκ ἔστιν, οὐδὲ φόβος: ἐν ᾧ δὲ δύναμις ἡ ἔνδοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων φόβον ἔχει: ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται.
「しかし悪魔を畏れてはならない。主を畏れるなら、お前は悪魔を支配することになる。悪魔のうちには力がないからである。力のないところには、畏れもない。しかし、栄えある力のあるところには、畏れもある」。「力を持つ者は皆、畏れを持つ。しかし、力を持たない者は、すべての者から見下される。」
Pastor Mand.7.1.3
φοβήθητι δὲ τὰ ἔργα τοῦ διαβόλου, ὅτι πονηρά ἐστι. φοβούμενος οὖν τὸν κύριον οὐκ ἐργάσῃ αὐτά, ἀλλ’ ἀφέξῃ ἀπ’ αὐτῶν.
「悪魔の働きを畏れよ。それは悪しきものだからである。主を畏れるなら、お前はそれらを行わず、それらから遠ざかるであろう」。
Pastor Mand.7.1.4
δισσοὶ οὖν εἰσιν οἱ φόβοι: ἐὰν γὰρ θέλῃς τὸ πονηρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον, καὶ οὐκ ἐργάσῃ αὐτό: ἐὰν δὲ θέλῃς πάλιν τὸ ἀγαθὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον, καὶ ἐργάσῃ αὐτό. ὥστε ὁ φόβος τοῦ κυρίου ἰσχυρός ἐστι καὶ μέγας καὶ ἔνδοξος. φοβήθητι οὖν τὸν κύριον, καὶ ζήσῃ αὐτῷ: καὶ ὅσοι ἂν φοβηθῶσιν αὐτὸν καὶ τηρήσωσι τὰς ἐντολὰς αὐτοῦ, ζήσονται τῷ θεῷ.
「畏れには二つがある。もしお前が悪を行おうと望むなら、主を畏れよ。そうすればそれを行わないであろう。しかし、もし逆に善を行おうと望むなら、主を畏れよ。そうすればそれを行うであろう。それゆえ、主への畏れは強く、大きく、栄えあるものである」。「それゆえ、主を畏れよ。そうすれば主に生きるであろう。そして主を畏れ、その戒めを守る者は皆、神に生きるであろう」。
Pastor Mand.7.1.5
Διατί, φημί, κύριε, εἶπας περὶ τῶν τηρούντων τὰς ἐντολὰς αὐτοῦ: Ζήσονται τῷ θεῷ; Ὅτι, φησίν, πᾶσα ἡ κτίσις φοβεῖται τὸν κύριον τὰς δὲ ἐντολὰς αὐτοῦ οὐ φυλάσσει. τῶν οὖν φοβουμένων αὐτὸν καὶ φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ, ἐκείνων ἡ ζωή ἐστι παρὰ τῷ θεῷ: τῶν δὲ μὴ φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ, οὐδὲ ζωὴ ἐν αὐτῷ.
「主よ」と私は言う、「なぜ、その戒めを守る者たちについて、『彼らは神に生きるであろう』と言われたのですか」。「それは」と彼は言う、「すべての被造物は主を畏れるが、その戒めを守らないからである。それゆえ、主を畏れ、その戒めを守る者たち、その者たちの命は神のもとにある。しかし、その戒めを守らない者たちには、神のうちに命はない」。