ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XXII 譬え 9 第XXII章

Hermas · Pastor · 4 sectiones

Pastor Sim.9.22.1

1

Ἐκ δὲ τοῦ ὄρους τοῦ πέμπτου τοῦ ἔχοντος βοτάνας χλωρὰς καὶ τραχέος ὄντος οἱ πιστεύσαντες τοιοῦτοί εἰσι: πιστοὶ μέν, δυσμαθεῖς δὲ καὶ αὐθάδεις καὶ ἑαυτοῖς ἀρέσκοντες, θέλοντες πάντα γινώσκειν, καὶ οὐδὲν ὅλως γινώσκουσι.

「青々とした草を持ちながらもごつごつした第五の山から信じた者たちは、このような者である。すなわち信仰はあるが、物分かりが悪く、強情で、自惚れが強く、すべてを知りたがりながら、実は何一つ知らない。」

Pastor Sim.9.22.2

2

διὰ τὴν αὐθάδειαν αὐτῶν ταύτην ἀπέστη ἀπ’ αὐτῶν ἡ σύνεσις, καὶ εἰσῆλθεν εἰς αὐτοὺς ἀφροσύνη μωρά. ἐπαινοῦσι δὲ ἑαυτοὺς ὡς σύνεσιν ἔχοντας καὶ θέλουσιν ἐθελοδιδάσκαλοι εἶναι, ἄφρονες ὄντες.

「この強情さゆえに、理解は彼らから去り、愚かな無分別が彼らのうちに入り込んだ。それでいて彼らは、理解を持っているかのように自らを誉め、愚か者でありながら独り善がりの教師になりたがる。」

Pastor Sim.9.22.3

3

διὰ ταύτην οὖν τὴν ὑψηλοφροσύνην πολλοὶ ἐκενώθησαν ὑψοῦντες ἑαυτούς: μέγα γὰρ δαιμόνιόν ἐστιν ἡ αὐθάδεια καὶ ἡ κενὴ πεποίθησις: ἐκ τούτων οὖν πολλοὶ ἀπεβλήθησαν, τινὲς δὲ μετενόησαν καὶ ἐπίστευσαν καὶ ὑπέταξαν ἑαυτοὺς τοῖς ἔχουσι σύνεσιν, γνόντες τὴν ἑαυτῶν ἀφροσύνην.

「この高慢さゆえに、多くの者は自らを高くして空しくなった。強情と空しい自信とは大いなる悪霊だからである。こうして彼らのうちの多くは捨てられたが、ある者たちは悔い改め、信じて、自らの愚かさを知り、理解ある者たちに自らを従わせた。」

Pastor Sim.9.22.4

4

καὶ τοῖς λοιποῖς δὲ τοῖς τοιούτοις κεῖται μετάνοια: οὐκ ἐγένοντο γὰρ πονηροί, μᾶλλον δὲ μωροὶ καὶ ἀσύνετοι. οὗτοι οὖν ἐὰν μετανοήσωσι, ζήσονται τῷ θεῷ: ἐὰν δὲ μὴ μετανοήσωσι, κατοικήσουσι μετὰ τῶν γυναικῶν τῶν πονηρευομένων εἰς αὐτούς. α

「そして残りのこのような者たちにも、悔い改めが残されている。彼らは悪人になったのではなく、むしろ愚かで理解を欠く者になったのだからである。ゆえにこの者たちも、悔い改めるならば神に生きるであろう。だが悔い改めないならば、彼らに対して悪しく働くあの女たちと共に住むことになろう。」