ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.10, Caput III 戒め 10 第III章

Hermas · Pastor · 4 sectiones

Pastor Mand.10.3.1

1

Ἔνδυσαι οὖν τὴν ἱλαρότητα, τὴν πάντοτε ἔχουσαν χάριν παρὰ τῷ θεῷ καὶ εὐπρόσδεκτον οὖσαν αὐτῷ, καὶ ἐντρύφα ἐν αὐτῇ. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς λύπης.

「だから朗らかさを身にまとえ。これは常に神のもとで恩寵を持ち、神に喜び受け入れられるものである。それを楽しめ。すべて朗らかな人は善いことをなし、善いことを思い、悲しみを軽んじるからである」。

Pastor Mand.10.3.2

2

ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε πονηρεύεται: πρῶτον μὲν πονηρεύεται, ὅτι λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον τὸ δοθὲν τῷ ἀνθρώπῳ ἱλαρόν: δεύτερον δὲ λυπῶν τὸ πνεῦμα τὸ ἅγιον ἀνομίαν ἐργάζεται, μὴ ἐντυγχάνων μηδὲ ἐξομολογούμενος τῷ κυρίῳ. Πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ.

「しかし悲しむ人は常に悪しきことを行う。第一には、朗らかであるように人に与えられた聖なる霊を悲しませるがゆえに悪しきことを行い、第二には、聖なる霊を悲しませることによって、主に祈願もせず告白もせず、不法を行うのである」。「悲しむ人の祈願は、常に神の祭壇に上る力を持たない」。

Pastor Mand.10.3.3

3

Διατί, φημί, οὐκ ἀναβαίνει ἐπὶ τὸ θυσιαστήριον ἡ ἔντευξις τοῦ λυπουμένου; Ὅτι, φησίν, ἡ λύπη ἐγκάθηται εἰς τὴν καρδίαν αὐτοῦ. μεμιγμένη οὖν ἡ λύπη μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησι τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν ἐπὶ τὸ θυσιαστήριον. ὥσπερ γὰρ ὄξος καὶ οἶνος μεμιγμένα ἐπὶ τὸ αὐτὸ τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχουσιν, οὕτω καὶ ἡ λύπη μεμιγμένη μετὰ τοῦ ἁγίου πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει.

「なぜ悲しむ者の祈願は祭壇に上らないのですか」と私は言う。「悲しみが彼の心に居座っているからである」と彼は言う。「だから祈願に混じった悲しみは、祈願が清らかなまま祭壇に上るのを許さない。酢とぶどう酒が一緒に混ぜられると同じ快さを持たないように、悲しみも聖なる霊に混じると、同じ祈願を持たないのである」。

Pastor Mand.10.3.4

4

καθάρισον οὖν σεαυτὸν ἀπὸ τῆς λύπης τῆς πονηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ: καὶ πάντες ζήσονται τῷ θεῷ, ὅσοι ἂν ἀποβάλωσιν ἀφ̓ ἑαυτῶν τὴν λύπην καὶ ἐνδύσωνται πᾶσαν ἱλαρότητα.

「だからこの悪しき悲しみからお前自身を清めよ。そうすればお前は神に生きるであろう。そして自分自身から悲しみを投げ捨て、あらゆる朗らかさを身にまとう者はみな、神に生きるであろう」。