ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.5, Caput I 戒め 5 第I章

Hermas · Pastor · 7 sectiones

Pastor Mand.5.1.1

1

Μακρόθυμος, φησί, γίνου καὶ συνετός, καὶ πάντων τῶν πονηρῶν ἔργων κατακυριεύσεις καὶ ἐργάσῃ πᾶσαν δικαιοσύνην.

「忍耐強く、また理解ある者となれ」と彼は言う。「そうすれば、お前はあらゆる悪しき行いを支配し、あらゆる正義を行うことになる」。

Pastor Mand.5.1.2

2

ἐὰν γὰρ μακρόθυμος ἔσῃ, τὸ πνεῦμα τὸ ἅγιον τὸ κατοικοῦν ἐν σοὶ καθαρὸν ἔσται, μὴ ἐπισκοτούμενον ὑπὸ ἑτέρου πονηροῦ πνεύματος, ἀλλ’ ἐν εὐρυχώρῳ κατοικοῦν ἀγαλλιάσεται καὶ εὐφρανθήσεται μετὰ τοῦ σκεύους, ἐν ᾧ κατοικεῖ, καὶ λειτουργήσει τῷ θεῷ ἐν ἱλαρότητι πολλῇ, ἔχον τὴν εὐθηνίαν ἐν ἑαυτῷ.

「もしお前が忍耐強くあるなら、お前のうちに宿る聖なる霊は清く保たれ、他の悪しき霊に曇らされることなく、広々とした場所に住んで、自らの宿るその器と共に喜び躍り、楽しみ、大いなる朗らかさをもって神に仕えるであろう。おのれのうちに豊かさを持ちながら」。

Pastor Mand.5.1.3

3

ἐὰν δὲ ὀξυχολία τις προσέλθῃ, εὐθὺς τὸ πνεῦμα τὸ ἅγιον, τρυφερὸν ὄν, στενοχωρεῖται, μὴ ἔχον τὸν τόπον καθαρόν, καὶ ζητεῖ ἀποστῆναι ἐκ τοῦ τόπου: πνίγεται γὰρ ὑπὸ τοῦ πονηροῦ πνεύματος, μὴ ἔχον τόπον λειτουργῆσαι τῷ κυρίῳ, καθὼς βούλεται, μιαινόμενον ὑπὸ τῆς ὀξυχολίας. ἐν γὰρ τῇ μακροθυμίᾳ ὁ κύριος κατοικεῖ, ἐν δὲ τῇ ὀξυχολίᾳ ὁ διάβολος.

「しかし、もし何らかの短気が近づくなら、たちまち聖なる霊は、繊細なものであるから、狭められ、清い場所を持たなくなり、その場所から離れ去ろうとする。悪しき霊によって息を詰まらされ、望むように主に仕える場所を持たなくなり、短気によって汚されるからである」。「忍耐のうちには主が住み、短気のうちには悪魔が住む。」

Pastor Mand.5.1.4

4

ἀμφότερα οὖν τὰ πνεύματα ἐπὶ τὸ αὐτὸ κατοικοῦντα, ἀσύμφορόν ἐστιν καὶ πονηρὸν τῷ ἀνθρώπῳ ἐκείνῳ, ἐν ᾧ κατοικοῦσιν.

「それゆえ、両方の霊が同じ場所に住んでいることは、その人間にとって益なく、悪しきことである」。

Pastor Mand.5.1.5

5

ἐὰν γὰρ λάβῃς ἀψινθίου μικρὸν λίαν καὶ εἰς κεράμιον μέλιτος ἐπιχέῃς, οὐχὶ ὅλον τὸ μέλι ἀφανίζεται, καὶ τοσοῦτον μέλι ὑπὸ τοῦ ἐλαχίστου ἀψινθίου ἀπόλλυται καὶ ἀπόλλυσι τὴν γλυκύτητα τοῦ μέλιτος, καὶ οὐκέτι τὴν αὐτὴν χάριν ἔχει παρὰ τῷ δεσπότῃ, ὅτι ἐπικράνθη καὶ τὴν χρῆσιν αὐτοῦ ἀπώλεσεν; ἐὰν δὲ εἰς τὸ μέλι μὴ βληθῇ τὸ ἀψίνθιον, γλυκὺ εὑρίσκεται τὸ μέλι καὶ εὔχρηστον γίνεται τῷ δεσπότῃ αὐτοῦ.

「もしお前がごくわずかな苦よもぎを取って蜜の壺に注ぎ込むなら、蜜のすべてが台無しにならないだろうか。それほど多くの蜜が、ごくわずかな苦よもぎによって損なわれ、蜜の甘さを失い、もはや主宰者のもとで同じ値打ちを持たなくなる。苦くなり、その用をなさなくなったからである」。「しかし、苦よもぎが蜜に投げ入れられなければ、蜜は甘いままに保たれ、その主宰者にとって有用なものとなる。」

Pastor Mand.5.1.6

6

βλέπεις ὅτι ἡ μακροθυμία γλυκυτάτη ἐστὶν ὑπὲρ τὸ μέλι καὶ εὔχρηστός ἐστι τῷ κυρίῳ, καὶ ἐν αὐτῇ κατοικεῖ. ἡ δὲ ὀξυχολία πικρὰ καὶ ἄχρηστός ἐστιν. ἐὰν οὖν μιγῇ ἡ ὀξυχολία τῇ μακροθυμίᾳ, μιαίνεται ἡ μακροθυμία καὶ οὐκέτι εὔχρηστός ἐστι τῷ θεῷ ἡ ἔντευξις αὐτῆς.

「忍耐は蜜にもまさって甘美であり、主にとって有用であって、主はそのうちに住まわれることが、お前にも分かるであろう。だが短気は苦く、無用である」。「それゆえ、もし短気が忍耐に混じるなら、忍耐は汚され、その執り成しはもはや神にとって有用ではなくなる」。

Pastor Mand.5.1.7

7

Ἤθελον, φημί, κύριε, γνῶναι τὴν ἐνέργειαν τῆς ὀξυχολίας, ἵνα φυλάξωμαι ἀπ’ αὐτῆς. Καὶ μήν, φησίν, ἐὰν μὴ φυλάξῃ ἀπ’ αὐτῆς σὺ καὶ ὁ οἶκός σου, ἀπώλεσάς σου τὴν πᾶσαν ἐλπίδα. ἀλλὰ φύλαξαι ἀπ’ αὐτῆς: ἐγὼ γὰρ μετὰ σοῦ εἰμί. καὶ πάντες δὲ ἀφέξονται ἀπ’ αὐτῆς, ὅσοι ἂν μετανοήσωσιν ἐξ ὅλης τῆς καρδίας αὐτῶν: μετ’ αὐτῶν γὰρ ἔσομαι καὶ συντηρήσω αὐτούς: ἐδικαιώθησαν γὰρ πάντες ὑπὸ τοῦ σεμνοτάτου ἀγγέλου.

「主よ」と私は言う、「短気の働きを知りたいのです。それから自分を守るために」。「まことに」と彼は言う、「もしお前とお前の家がそれから身を守らないなら、お前は自分のすべての希望を失うことになる。だが、それから身を守れ。私はお前と共にいるのだから」。「そして、心を尽くして悔い改める者は皆、それから遠ざかるであろう。私は彼らと共にいて、彼らを守り保つ。彼らは皆、いと謹厳な天使によって義とされたのだから」。