ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput I 幻 3 第I章

Hermas · Pastor · 9 sectiones

Pastor Vis.3.1.1

1

Ἣν εἶδον, ἀδελφοί, τοιαύτη.

私が見たのは、兄弟たちよ、次のようなものであった。

Pastor Vis.3.1.2

2

νηστεύσας πολλάκις καὶ δεηθεὶς τοῦ κυρίου, ἵνα μοι φανερώσῃ τὴν ἀποκάλυψιν, ἥν μοι ἐπηγγείλατο δεῖξαι διὰ τῆς πρεσβυτέρας ἐκείνης, αὐτῇ τῇ νυκτί μοι ὦπται ἡ πρεσβυτέρα καὶ εἶπέν μοι: Ἐπεὶ οὕτως ἐνδεὴς εἶ καὶ σπουδαῖος εἰς τὸ γνῶναι πάντα, ἐλθὲ εἰς τὸν ἀγρόν, ὅπου χονδρίζεις, καὶ περὶ ὥραν πέμπτην ἐμφανισθήσομαί σοι καὶ δείξω σοι, ἃ δεῖ σε ἰδεῖν.

何度も断食し、主に、あの老婦人を通して私に示すと約束された啓示を私に明らかにしてくださるよう願った後、その同じ夜、老婦人が私に現れて言った。「お前はこれほど切に求め、すべてを知ろうと熱心であるから、お前が穀物を作っているあの野に来い。そして第五時ごろ、私はお前に現れ、お前が見るべきことを示そう。」

Pastor Vis.3.1.3

3

ἠρώτησα αὐτὴν λέγων: Κυρία, εἰς ποῖον τόπον τοῦ ἀγροῦ; Ὅπου, φησίν, θέλεις. ἐξελεξάμην τόπον καλὸν ἀνακεχωρηκότα. πρὶν δὲ λαλῆσαι αὐτῇ καὶ εἰπεῖν τὸν τόπον, λέγει μοι: Ἥξω ἐκεῖ, ὅπου θέλεις.

私は彼女に尋ねて言った。「奥方よ、野のどの場所ですか。」「お前が望む所」と彼女は言う。私は、人里離れた良い場所を選んだ。しかし私が彼女に語り、その場所を告げる前に、彼女は私に言った。「お前が望む所へ、私は行こう。」

Pastor Vis.3.1.4

4

ἐγενόμην οὖν, ἀδελφοί, εἰς τὸν ἀγρὸν καὶ συνεψήφισα τὰς ὥρας καὶ ἦλθον εἰς τὸν τόπον, ὅπου διεταξάμην αὐτῇ ἐλθεῖν, καὶ βλέπω συμψέλιον κείμενον ἐλεφάντινον, καὶ ἐπὶ τοῦ συμψελίου ἔκειτο κερβικάριον λινοῦν καὶ ἐπάνω λέντιον ἐξηπλωμένον λινοῦν καρπάσιον.

そこで私は、兄弟たちよ、野に出て、時刻を数え、彼女に来るよう指定した場所に来ると、象牙の長椅子が置かれているのを見た。その長椅子の上には亜麻の枕があり、その上には上質の亜麻でできた敷布が広げられていた。

Pastor Vis.3.1.5

5

ἰδὼν ταῦτα κείμενα καὶ μηδένα ὄντα ἐν τῷ τόπῳ ἔκθαμβος ἐγενόμην, καὶ ὡσεὶ τρόμος με ἔλαβεν καὶ αἱ τρίχες μου ὀρθαί: καὶ ὡσεὶ φρίκη μοι προσῆλθεν μόνου μου ὄντος. ἐν ἐμαυτῷ οὖν γενόμενος καὶ μνησθεὶς τῆς δόξης τοῦ θεοῦ καὶ λαβὼν θάρσος, θεὶς τὰ γόνατα ἐξωμολογούμην τῷ κυρίῳ πάλιν τὰς ἁμαρτίας μου ὡς καὶ πρότερον.

これらが置かれているのを見、その場所に誰もいないのを見て、私は驚愕した。震えのようなものが私を捉え、髪は逆立った。そして、私一人でいるところに、恐怖のようなものが私に迫った。やがて我に返り、神の栄光を思い起こし、勇気を得て、膝をつき、再び主に、以前と同じく自分の罪を告白していた。

Pastor Vis.3.1.6

6

ἡ δὲ ἦλθεν μετὰ νεανίσκων ἕξ, οὓς καὶ πρότερον ἑωράκειν, καὶ ἐστάθη μοι καὶ κατηκροᾶτο προσευχομένου καὶ ἐξομολογουμένου τῷ κυρίῳ τὰς ἁμαρτίας μου. καὶ ἁψαμένη μου λέγει: Ἑρμᾶ, παῦσαι περὶ τῶν ἁμαρτιῶν σου πάντα ἐρωτῶν: ἐρώτα καὶ περὶ δικαιοσύνης, ἵνα λάβῃς μέρος τι ἐξ αὐτῆς εἰς τὸν οἶκόν σου.

すると彼女が、以前にも見た六人の若者とともに来て、私のそばに立ち、私が祈り、主に自分の罪を告白しているのを聞いていた。彼女は私に触れて言う。「ヘルマスよ、お前の罪についてすべて尋ねるのをやめよ。正義についても尋ねよ。お前の家のためにその一部を受け取れるように。」

Pastor Vis.3.1.7

7

καὶ ἐξεγείρει με τῆς χειρὸς καὶ ἄγει με πρὸς τὸ συμψέλιον καὶ λέγει τοῖς νεανίσκοις: Ὑπάγετε καὶ οἰκοδομεῖτε.

そして彼女は私の手を取って起こし、私を長椅子のところへ連れて行き、若者たちに言う。「行って、建てよ。」

Pastor Vis.3.1.8

8

καὶ μετὰ τὸ ἀναχωρῆσαι τοὺς νεανίσκους καὶ μόνων ἡμῶν γεγονότων λέγει μοι: Κάθισον ὧδε. λέγω αὐτῇ: Κυρία, ἄφες τοὺς πρεσβυτέρους πρῶτον καθίσαι. Ὅ σοι λέγω, φησίν, κάθισον.

若者たちが立ち去り、我々二人だけになると、彼女は私に言う。「ここに座れ。」私は彼女に言った。「奥方よ、まず長老たちを座らせてください。」「私がお前に言うのだ」と彼女は言う。「座れ。」

Pastor Vis.3.1.9

9

θέλοντος οὖν μου καθίσαι εἰς τὰ δεξιὰ μέρη οὐκ εἴασέ με, ἀλλ’ ἐννεύει μοι τῇ χειρί, ἵνα εἰς τὰ ἀριστερὰ μέρη καθίσω. διαλογιζομένου μου οὖν καὶ λυπουμένου, ὅτι οὐκ εἴασέ με εἰς τὰ δεξιὰ μέρη καθίσαι, λέγει μοι: Λυπῇ, Ἑρμᾶ; ὁ εἰς τὰ δεξιὰ μέρη τόπος ἄλλων ἐστίν, τῶν ἤδη εὐαρεστηκότων τῷ θεῷ καὶ παθόντων εἵνεκα τοῦ ὀνόματος: σοὶ δὲ πολλὰ λείπει ἵνα μετ’ αὐτῶν καθίσῃς: ἀλλὰ ὡς μένεις τῇ ἁπλότητί σου, μεῖνον, καὶ καθιῇ μετ’ αὐτῶν καὶ ὅσοι ἐὰν ἐργάσωνται τὰ ἐκείνων ἔργα καὶ ὑπενέγκωσιν, ἃ καὶ ἐκεῖνοι ὑπήνεγκαν.

そこで私が右側に座ろうとすると、彼女はそれを許さず、手で合図して、左側に座るよう示した。私が思い巡らし、右側に座らせてもらえなかったことを悲しんでいると、彼女は私に言う。「悲しんでいるのか、ヘルマスよ。右側の場所は他の者たち、すでに神に喜ばれ、御名のために苦しみを受けた者たちのものである。お前には、彼らとともに座るために足りないものが多い。だが、お前が率直さのうちに留まっているように、留まれ。そうすれば、お前も彼らとともに、また彼らの業を行い、彼らが耐え忍んだことを耐え忍ぶすべての者とともに、座ることになるであろう。」