Pastor Mand.12.1.1
Λέγει μοι: Ἆρον ἀπὸ σεαυτοῦ πᾶσαν ἐπιθυμίαν πονηράν, ἔνδυσαι δὲ τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν καὶ σεμνήν: ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν ταύτην μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν καὶ χαλιναγωγήσεις αὐτήν, καθὼς βούλει.
彼は私に言う。「あらゆる悪しき欲望をお前自身から取り去り、善く気高い欲望を身にまとえ。この欲望を身にまとえば、お前は悪しき欲望を憎み、お前の望むとおりにそれに手綱をかけて抑えるであろう」。
Pastor Mand.12.1.2
ἀγρία γάρ ἐστιν ἡ ἐπιθυμία ἡ πονηρὰ καὶ δυσκόλως ἡμεροῦται. φοβερὰ γάρ ἐστι καὶ λίαν τῇ ἀγριότητι αὐτῆς δαπανᾷ τοὺς ἀνθρώπους: μάλιστα δὲ ἐὰν ἐμπέσῃ εἰς αὐτὴν δοῦλος θεοῦ καὶ μὴ ᾖ συνετός, δαπανᾶται ὑπ’ αὐτῆς δεινῶς: δαπανᾷ δὲ τοὺς τοιούτους τοὺς μὴ ἔχοντας ἔνδυμα τῆς ἐπιθυμίας τῆς ἀγαθῆς, ἀλλὰ ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ: τούτους οὖν παραδίδωσιν εἰς θάνατον.
「悪しき欲望は荒々しいものであり、飼いならしがたいからである。それは恐ろしいものであり、その荒々しさによって甚だしく人々を食い尽くす。とりわけ、もし神の僕がこれに陥り、理解を欠いていれば、これによってひどく食い尽くされる。善き欲望の衣を持たず、この世に埋没しているそのような者たちを食い尽くすのである。だからこれは彼らを死へと引き渡すのである」。
Pastor Mand.12.1.3
Ποῖα, φημί, κύριε, ἔργα ἐστὶν τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ παραδιδόντα τοὺς ἀνθρώπους εἰς θάνατον; γνώρισόν μοι, ἵνα ἀφέξωμαι ἀπ’ αὐτῶν. Ἄκουσον, φησίν, ἐν ποίοις ἔργοις θανατοῖ ἡ ἐπιθυμία ἡ πονηρὰ τοὺς δούλους τοῦ θεοῦ.
「主よ、人々を死へと引き渡す悪しき欲望の行いとはどのようなものですか。それらから離れるために、私に教えてください」と私は言う。「悪しき欲望がどのような行いにおいて神の僕たちを死なせるのかを聞け」と彼は言う。