ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XX 譬え 9 第XX章

Hermas · Pastor · 4 sectiones

Pastor Sim.9.20.1

1

Ἐκ δὲ τοῦ ὄρους τοῦ τρίτου τοῦ ἔχοντος ἀκάνθας καὶ τριβόλους οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν. ἐξ αὐτῶν οἱ μὲν πλούσιοι, οἱ δὲ πραγματείαις πολλαῖς ἐμπεφυρμένοι. οἱ μὲν τρίβολοί εἰσιν οἱ πλούσιοι, αἱ δὲ ἄκανθαι οἱ ἐν ταῖς πραγματείαις ταῖς ποικίλαις ἐμπεφυρμένοι.

「茨とあざみを持つ第三の山から信じた者たちは、このような者たちである。彼らのうち、ある者は富める者であり、ある者は多くの事業にまみれた者である。あざみは富める者たちであり、茨は様々な事業にまみれた者たちである」。

Pastor Sim.9.20.2

2

οὗτοι οὖν, οἱ ἐν πολλαῖς καὶ ποικίλαις πραγματείαις ἐμπεφυρμένοι, οὐ κολλῶνται τοῖς δούλοις τοῦ θεοῦ, ἀλλ’ ἀποπλανῶνται πνιγόμενοι ὑπὸ τῶν πράξεων αὐτῶν: οἱ δὲ πλούσιοι δυσκόλως κολλῶνται τοῖς δούλοις τοῦ θεοῦ, φοβούμενοι, μή τι αἰτισθῶσιν ὑπ’ αὐτῶν: οἱ τοιοῦτοι οὖν δυσκόλως εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

「それゆえ、多くの様々な事業にまみれた者たちは、神の僕たちに結び付くことなく、むしろ自分の行いによって窒息させられ、迷い出る。富める者たちが神の僕たちに結び付くことは困難である。彼らから何か求められるのを恐れるからである。それゆえ、このような者たちが神の王国に入ることも困難である」。

Pastor Sim.9.20.3

3

ὥσπερ γὰρ ἐν τριβόλοις γυμνοῖς ποσὶ περιπατεῖν δύσκολόν ἐστιν, οὕτω καὶ τοῖς τοιούτοις δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

「はだしの足であざみの中を歩くのが困難であるように、このような者たちにとって神の王国に入ることも困難である」。

Pastor Sim.9.20.4

4

ἀλλὰ τούτοις πᾶσι μετάνοιά ἐστι, ταχινὴ δέ, ἵν’ ὃ τοῖς προτέροις χρόνοις οὐκ εἰργάσαντο νῦν ἀναδράμωσιν ταῖς ἡμέραις καὶ ἀγαθόν τι ποιήσωσιν. ἐὰν οὖν μετανοήσωσι καὶ ἀγαθόν τι ποιήσωσι, ζήσονται τῷ θεῷ: ἐὰν δὲ ἐπιμείνωσι ταῖς πράξεσιν αὐτῶν, παραδοθήσονται ταῖς γυναιξὶν ἐκείναις, αἵτινες αὐτοὺς θανατώσουσιν.

「しかし、これらすべての者たちにも悔い改めがある。ただし速やかな悔い改めである。以前の時に成し遂げなかったことを、今、この日々のうちに取り戻し、何か善いことを行うためである」。「もし彼らが悔い改め、何か善いことを行うなら、神に生きるであろう。しかしもし自分の行いに留まり続けるなら、彼らを死なせるあの女たちに引き渡されるであろう」。