ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.1, Caput I 譬え 1 第I章

Hermas · Pastor · 11 sectiones

Pastor Sim.1.1.1

1

Λέγει μοι: Οἴδατε, φησίν, ὅτι ἐπὶ ξένης κατοικεῖτε ὑμεῖς οἱ δοῦλοι τοῦ θεοῦ: ἡ γὰρ πόλις ὑμῶν μακράν ἐστιν ἀπὸ τῆς πόλεως ταύτης: εἰ οὖν οἴδατε, φησί, τὴν πόλιν ὑμῶν, ἐν ᾗ μέλλετε κατοικεῖν, τί ὧδε ὑμεῖς ἑτοιμάζετε ἀγροὺς καὶ παρατάξεις πολυτελεῖς καὶ οἰκοδομὰς καὶ οἰκήματα μάταια;

彼は私に言う。「神の僕たる諸君が異郷に住んでいることを、諸君は知っている」と彼は言う。「諸君の町はこの町から遠く離れているのだから。もし諸君が、自分たちが住むことになる町を知っているならば、なぜここで諸君は畑や奢りを尽くした備えや建物や空しい住まいを整えているのか」。

Pastor Sim.1.1.2

2

ταῦτα οὖν ὁ ἑτοιμάζων εἰς ταύτην τὴν πόλιν οὐ δύναται ἐπανακάμψαι εἰς τὴν ἰδίαν πόλιν.

「だから、これらのものをこの町のために整える者は、自分自身の町に帰ることができない。」

Pastor Sim.1.1.3

3

ἄφρον καὶ δίψυχε καὶ ταλαίπωρε ἄνθρωπε, οὐ νοεῖς, ὅτι ταῦτα πάντα ἀλλότριά εἰσι καὶ ὑπ’ ἐξουσίαν ἑτέρου εἰσίν; ἐρεῖ γὰρ ὁ κύριος τῆς πόλεως ταύτης: Οὐ θέλω σε κατοικεῖν εἰς τὴν πόλιν μου, ἀλλ’ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, ὅτι τοῖς νόμοις μου οὐ χρᾶσαι.

「愚かで二心の、惨めな人間よ、これらすべてが他人のものであり、他の者の権能のもとにあることを悟らないのか」。「この町の主はこう言うであろう。『私はお前がこの町に住むことを望まない。むしろこの町から出て行け。お前は私の法に従っていないからだ』」。

Pastor Sim.1.1.4

4

σὺ οὖν ἔχων ἀγροὺς καὶ οἰκήσεις καὶ ἑτέρας ὑπάρξεις πολλάς, ἐκβαλλόμενος ὑπ’ αὐτοῦ τί ποιήσεις σου τὸν ἀγρὸν καὶ τὴν οἰκίαν καὶ τὰ λοιπά, ὅσα ἡτοίμασας σεαυτῷ; λέγει γάρ σοι δικαίως ὁ κύριος τῆς χώρας ταύτης: Ἢ τοῖς νόμοις μου χρῶ ἢ ἐκχώρει ἐκ τῆς χώρας μου.

「だからお前は、畑や住まいやその他多くの財産を持っていても、彼に追い出されるとき、お前の畑や家やその他お前が自分のために整えたものをどうするつもりか。この地の主はお前に正当にこう言うからだ。『私の法に従うか、私の地から出て行くかせよ』」。

Pastor Sim.1.1.5

5

σὺ οὖν τί μέλλεις ποιεῖν, ἔχων νόμον ἐν τῇ σῇ πόλει; ἕνεκεν τῶν ἀγρῶν σου καὶ τῆς λοιπῆς ὑπάρξεως τὸν νόμον σου πάντως ἀπαρνήσῃ καὶ πορεύσῃ τῷ νόμῳ τῆς πόλεως ταύτης; βλέπε, μὴ ἀσύμφορόν ἐστιν ἀπαρνῆσαι τὸν νόμον σου: ἐὰν γὰρ ἐπανακάμψαι θελήσῃς εἰς τὴν πόλιν σου, οὐ μὴ παραδεχθήσῃ, ὅτι ἀπηρνήσω τὸν νόμον τῆς πόλεώς σου, καὶ ἐκκλεισθήσῃ ἀπ’ αὐτῆς.

「だからお前は、自分の町に法を持ちながら、何をしようとしているのか。自分の畑やその他の財産のために、お前は自分の法を全く否認して、この町の法に従って歩むつもりか」。「見よ、自分の法を否認することは不利益ではないか。もしお前が自分の町に帰ろうと望んでも、お前は決して受け入れられないであろう。お前は自分の町の法を否認したのだから。そしてお前はそこから閉め出されるであろう」。

Pastor Sim.1.1.6

6

βλέπε οὖν σύ: ὡς ἐπὶ ξένης κατοικῶν μηδὲν πλέον ἑτοίμαζε σεαυτῷ εἰ μὴ τὴν αὐτάρκειαν τὴν ἀρκετήν σοι, καὶ ἕτοιμος γίνου, ἵνα, ὅταν θέλῃ ὁ δεσπότης τῆς πόλεως ταύτης ἐκβαλεῖν σε ἀντιταξάμενον τῷ νόμῳ αὐτοῦ, ἐξέλθῃς ἐκ τῆς πόλεως αὐτοῦ καὶ ἀπέλθῃς ἐν τῇ πόλει σου καὶ τῷ σῷ νόμῳ χρήσῃ ἀνυβρίστως ἀγαλλιώμενος.

「だからお前は見よ。異郷に住む者として、お前に足りるだけの十分なもの以外は、自分のために何一つ整えるな。そして備えをなせ。この町の主宰者が、その法に逆らったお前を追い出そうと望むとき、お前がその町から出て、自分の町へ去り、辱められることなく喜びながら自分の法を用いることができるように」。

Pastor Sim.1.1.7

7

βλέπετε οὖν ὑμεῖς οἱ δουλεύοντες τῷ κυρίῳ καὶ ἔχοντες αὐτὸν εἰς τὴν καρδίαν: ἐργάζεσθε τὰ ἔργα τοῦ θεοῦ μνημονεύοντες τῶν ἐντολῶν αὐτοῦ καὶ τῶν ἐπαγγελιῶν ὧν ἐπηγγείλατο, καὶ πιστεύσατε αὐτῷ, ὅτι ποιήσει αὐτάς, ἐὰν αἱ ἐντολαὶ αὐτοῦ φυλαχθῶσιν.

「だから主に仕え、主を心に持つ諸君は見よ。神の戒めと、神が約束された約束とを心に留めて、神の働きを行い、神を信じよ。神の戒めが守られるならば、神はそれらの約束を果たすであろう」。

Pastor Sim.1.1.8

8

ἀντὶ ἀγρῶν οὖν ἀγοράζετε ψυχὰς θλιβομένας, καθά τις δυνατός ἐστι, καὶ χήρας καὶ ὀρφανοὺς ἐπισκέπτεσθε καὶ μὴ παραβλέπετε αὐτούς, καὶ τὸν πλοῦτον ὑμῶν καὶ τὰς παρατάξεις πάσας εἰς τοιούτους ἀγροὺς καὶ οἰκίας δαπανᾶτε, ἃς ἐλάβετε παρὰ τοῦ θεοῦ.

「だから畑の代わりに、それぞれの力に応じて、苦難にある魂たちを買い取れ。そしてやもめや孤児を訪ね、彼らを見過ごすな。そして諸君の富と、神から受け取ったすべての備えとを、そのような畑や家のために費やせ」。

Pastor Sim.1.1.9

9

εἰς τοῦτο γὰρ ἐπλούτισεν ὑμᾶς ὁ δεσπότης, ἵνα ταύτας τὰς διακονίας τελέσητε αὐτῷ: πολὺ βέλτιόν ἐστι τοιούτους ἀγροὺς ἀγοράζειν καὶ κτήματα καὶ οἴκους, οὓς εὑρήσεις ἐν τῇ πόλει σου, ὅταν ἐπιδημήσῃς εἰς αὐτήν.

「主宰者が諸君を富ませたのは、このためである。すなわちこれらの奉仕を主宰者に成し遂げるためである。そのような畑や所有地や家を買うことのほうがはるかに良い。それらをお前は、自分の町に至ったときに、その町の中に見出すであろう」。

Pastor Sim.1.1.10

10

αὕτη ἡ πολυτέλεια καλὴ καὶ ἱερά, λύπην μὴ ἔχουσα μηδὲ φόβον, ἔχουσα δὲ χαράν. τὴν οὖν πολυτέλειαν τῶν ἐθνῶν μὴ πράσσετε: ἀσύμφορον γάρ ἐστιν ὑμῖν τοῖς δούλοις τοῦ θεοῦ.

「この奢りは麗しく、聖なるものであり、悲しみも恐れも持たず、喜びを持つものである。だから異邦人の奢りを行うな。神の僕たちである諸君にとって、それは益とならないからである」。

Pastor Sim.1.1.11

11

τὴν δὲ ἰδίαν πολυτέλειαν πράσσετε, ἐν ᾗ δύνασθε χαρῆναι, καὶ μὴ παραχαράσσετε μηδὲ τοῦ ἀλλοτρίου ἅψησθε μηδὲ ἐπιθυμεῖτε αὐτοῦ: πονηρὸν γάρ ἐστιν ἀλλοτρίων ἐπιθυμεῖν. τὸ δὲ σὸν ἔργον ἐργάζου, καὶ σωθήσῃ.

「むしろ自分自身の奢りを行え、それによって諸君は喜ぶことができる。そしてこれを偽って行うな。他人のものに触れるな、それを欲するな。他人のものを欲することは悪しきことだからである。お前自身の業を行え。そうすればお前は救われるであろう」。