ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.8, Caput I 譬え 8 第I章

Hermas · Pastor · 18 sectiones

Pastor Sim.8.1.1

1

Ἔδειξέ μοι ἰτέαν μεγάλην, σκεπάζουσαν πεδία καὶ ὄρη, καὶ ὑπὸ τὴν σκέπην τῆς ἰτέας πάντες ἐληλύθασιν οἱ κεκλημένοι ἐν ὀνόματι κυρίου.

彼は私に、野と山を覆う大きな柳の木を見せた。その柳の覆いのもとには、主の名によって呼ばれたすべての者たちが来ていた。

Pastor Sim.8.1.2

2

εἱστήκει δὲ ἄγγελος κυρίου ἔνδοξος λίαν ὑψηλὸς παρὰ τὴν ἰτέαν, δρέπανον ἔχων μέγα, καὶ ἔκοπτε κλάδους ἀπὸ τῆς ἰτέας, καὶ ἐπεδίδου τῷ λαῷ τῷ σκεπαζομένῳ ὑπὸ τῆς ἰτέας: μικρὰ δὲ ῥαβδία ἐπεδίδου αὐτοῖς, ὡσεὶ πηχυαῖα.

柳のそばには、非常に丈高く栄えある主の天使が立っており、大きな鎌を手にして、柳から枝を切り取っては、柳に覆われている民に配っていた。彼が彼らに配っていたのは、一キュビトほどの小さな枝であった。

Pastor Sim.8.1.3

3

μετὰ τὸ πάντας λαβεῖν τὰ ῥαβδία ἔθηκε τὸ δρέπανον ὁ ἄγγελος, καὶ τὸ δένδρον ἐκεῖνο ὑγιὲς ἦν, οἷον καὶ ἑωράκειν αὐτό.

すべての者が枝を受け取ったのち、天使は鎌を置いた。すると、あの木は、私が初めに見たときのままに健やかであった。

Pastor Sim.8.1.4

4

ἐθαύμαζον δὲ ἐγὼ ἐν ἐμαυτῷ λέγων: Πῶς τοσούτων κλάδων κεκομμένων τὸ δένδρον ὑγιές ἐστι ; λέγει μοι ὁ ποιμήν: Μὴ θαύμαζε, εἰ τὸ δένδρον τοῦτο ὑγιὲς ἔμεινε τοσούτων κλάδων κοπέντων: ἐὰν δέ, φησί, πάντα ἴδῃς, σοι δηλωθήσεται τὸ τί ἐστιν.

私は心の中で驚いて言った。「これほど多くの枝が切り取られたのに、どうしてこの木は健やかなのだろうか」。牧者は私に言う。「これほど多くの枝が切り取られたのに、この木が健やかなままであることに驚くな。もしお前がすべてを見るならば」と彼は言う、「それが何であるかがお前に明らかにされるだろう」。

Pastor Sim.8.1.5

5

ὁ ἄγγελος ὁ ἐπιδεδωκὼς τῷ λαῷ τὰς ῥάβδους πάλιν ἀπῄτει αὐτούς: καὶ καθὼς ἔλαβον, οὕτω καὶ ἐκαλοῦντο πρὸς αὐτόν, καὶ εἷς ἕκαστος αὐτῶν ἀπεδίδου τὰς ῥάβδους. ἐλάμβανε δὲ ὁ ἄγγελος τοῦ κυρίου καὶ κατενόει αὐτάς.

民に枝を配った天使は、再びそれを返すよう求めた。彼らは、それを受け取ったのと同じ順に彼のもとへ呼ばれ、それぞれが枝を返した。主の天使はそれを受け取っては、つぶさに見た。

Pastor Sim.8.1.6

6

παρά τινων ἐλάμβανε τὰς ῥάβδους ξηρὰς καὶ βεβρωμένας ὡς ὑπὸ σητός: ἐκέλευσεν ὁ ἄγγελος τοὺς τὰς τοιαύτας ῥάβδους ἐπιδεδωκότας χωρὶς ἱστάνεσθαι.

ある者たちからは、枯れて、虫に食われたような枝を受け取った。天使は、そのような枝を渡した者たちに、別に立つよう命じた。

Pastor Sim.8.1.7

7

ἕτεροι δὲ ἐπεδίδοσαν ξηράς, ἀλλ’ οὐκ ἦσαν βεβρωμέναι ὑπὸ σητός: καὶ τούτους ἐκέλευσε χωρὶς ἱστάνεσθαι.

また別の者たちは枯れた枝を渡したが、それは虫に食われてはいなかった。彼はこれらの者たちにも別に立つよう命じた。

Pastor Sim.8.1.8

8

ἕτεροι δὲ ἐπεδίδουν ἡμιξήρους: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちは半ば枯れた枝を渡した。彼らも別に立たされた。

Pastor Sim.8.1.9

9

ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν ἡμιξήρους καὶ σχισμὰς ἐχούσας: καὶ οὗτοι χωρὶς ἵσταντο.

また別の者たちは、半ば枯れて裂け目のある枝を渡した。彼らも別に立たされた。

Pastor Sim.8.1.10

10

ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ σχισμὰς ἐχούσας: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちは、青くて裂け目のある枝を渡した。彼らも別に立たされた。

Pastor Sim.8.1.11

11

ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους τὸ ἥμισυ ξηρὸν καὶ τὸ ἥμισυ μέρος χλωρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちは、半分が枯れ、半分が青い枝を渡した。彼らも別に立たされた。

Pastor Sim.8.1.12

12

ἕτεροι δὲ προσέφερον τὰς ῥάβδους αὐτῶν τὰ δύο μέρη τῆς ῥάβδου χλωρά, τὸ δὲ τρίτον ξηρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちは、その枝の三分の二が青く、三分の一が枯れたものを差し出した。彼らも別に立たされた。

Pastor Sim.8.1.13

13

ἕτεροι δὲ ἐπεδίδουν τὰ δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちは、三分の二が枯れ、三分の一が青いものを渡した。彼らも別に立たされた。

Pastor Sim.8.1.14

14

ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν παρὰ μικρὸν ὅλας χλωράς, ἐλάχιστον δὲ τῶν ῥάβδων αὐτῶν ξηρὸν ἦν, αὐτὸ τὸ ἄκρον: σχισμὰς δὲ εἶχον ἐν αὐταῖς: καὶ οὗτοι χωρὶς ἵσταντο.

また別の者たちは、その枝がほとんど全体が青く、ただそのごくわずか、先端だけが枯れているものを渡した。それには裂け目もあった。彼らも別に立たされた。

Pastor Sim.8.1.15

15

ἑτέρων δὲ ἦν ἐλάχιστον χλωρόν, τὰ δὲ λοιπὰ τῶν ῥάβδων ξηρά: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちのものは、ごくわずかだけが青く、枝の残りの部分は枯れていた。彼らも別に立たされた。

Pastor Sim.8.1.16

16

ἕτεροι δὲ ἤρχοντο τὰς ῥάβδους χλωρὰς φέροντες ὡς ἔλαβον παρὰ τοῦ ἀγγέλου: τὸ δὲ πλεῖον μέρος τοῦ ὄχλου τοιαύτας ῥάβδους ἐπεδίδουν. ὁ δὲ ἄγγελος ἐπὶ τούτοις ἐχάρη λίαν: καὶ οὗτοι χωρὶς ἱστάνοντο.

また別の者たちは、天使から受け取ったときのままに青い枝を持って来た。群衆の大部分はこのような枝を渡した。天使はこれらの者たちのことを大いに喜んだ。彼らも別に立たされた。

Pastor Sim.8.1.17

17

ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας: καὶ οὗτοι χωρὶς ἵσταντο: καὶ ἐπὶ τούτοις ὁ ἄγγελος λίαν ἐχάρη.

また別の者たちは、青くて若枝の生えている枝を渡した。彼らも別に立たされた。そして天使はこれらの者たちのことを大いに喜んだ。

Pastor Sim.8.1.18

18

ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας: αἱ δὲ παραφυάδες αὐτῶν ὡσεὶ καρπόν τινα εἶχον: καὶ λίαν ἱλαροὶ ἦσαν οἱ ἄνθρωποι ἐκεῖνοι, ὧν αἱ ῥάβδοι τοιαῦται εὑρέθησαν. καὶ ὁ ἄγγελος ἐπὶ τούτοις ἠγαλλιᾶτο, καὶ ὁ ποιμὴν λίαν ἱλαρὸς ἦν ἐπὶ τούτοις.

また別の者たちは、青くて若枝の生えている枝を渡したが、その若枝にはいくらかの実のようなものがついていた。その枝がそのようであった人々は、大いに喜ばしい様子をしていた。天使はこれらの者たちのことを喜び躍り、牧者もまた、これらの者たちのことを大いに喜ばしく思った。