Pastor Sim.6.3.1
Βλέπων οὖν αὐτὰ οὕτω μαστιγούμενα καὶ ταλαιπωρούμενα ἐλυπούμην ἐπ’ αὐτοῖς, ὅτι οὕτως ἐβασανίζοντο καὶ ἀνοχὴν ὅλως οὐκ εἶχον.
それらがこのように鞭打たれ、苦しめられているのを見て、私はそれらのために悲しんだ。それらがこれほど責め苦に遭い、いささかの猶予もなかったからである。
Pastor Sim.6.3.2
λέγω τῷ ποιμένι τῷ μετ’ ἐμοῦ λαλοῦντι: Κύριε, τίς ἐστιν οὗτος ὁ ποιμὴν ὁ οὕτως ἄσπλαγχνος καὶ πικρὸς καὶ ὅλως μή σπλαγχνιζόμενος ἐπὶ τὰ πρόβατα ταῦτα; Οὗτος, φησίν, ἐστὶν ὁ ἄγγελος τῆς τιμωρίας: ἐκ δὲ τῶν ἀγγέλων τῶν δικαίων ἐστί, κείμενος δὲ ἐπὶ τῆς τιμωρίας.
私と語り合っていた牧者に、私は言う。「主よ、これほど無慈悲で苛烈で、この羊たちを全く憐れむことのないこの牧者は誰なのですか」。「これは」と彼は言う、「懲らしめの天使である。正しい天使たちのうちの一人でありながら、懲らしめを司っているのだ」。
Pastor Sim.6.3.3
παραλαμβάνει οὖν τοὺς ἀποπλανωμένους ἀπὸ τοῦ θεοῦ καὶ πορευθέντας ταῖς ἐπιθυμίαις καὶ ἀπάταις τοῦ αἰῶνος τούτου καὶ τιμωρεῖ αὐτούς, καθὼς ἄξιοί εἰσι, δειναῖς καὶ ποικίλαις τιμωρίαις.
「彼は、神から迷い出て、この世の欲望と欺きに従って歩んだ者たちを引き取り、それぞれにふさわしいだけ、恐ろしく様々な懲らしめによって懲らしめる」。
Pastor Sim.6.3.4
Ἤθελον, φημί, κύριε, γνῶναι τὰς ποικίλας ταύτας τιμωρίας, ποταπαί εἰσιν. Ἄκουε, φησί, τὰς ποικίλας βασάνους καὶ τιμωρίας. βιωτικαί εἰσιν αἱ βάσανοι: τιμωροῦνται γὰρ οἱ μὲν ζημίαις, οἱ δὲ ὑστερήσεσιν, οἱ δὲ ἀσθενείαις ποικίλαις, οἱ δὲ πάσῃ ἀκαταστασίᾳ, οἱ δὲ ὑβριζόμενοι ὑπὸ ἀναξίων καὶ ἑτέραις πολλαῖς πράξεσι πάσχοντες.
「主よ」と私は言う、「その様々な懲らしめがどのようなものか、知りたく思います」。「聞け」と彼は言う、「様々な責め苦と懲らしめを。責め苦は日々の暮らしにかかわるものである。すなわち、ある者は損失によって、ある者は欠乏によって、ある者は様々な病によって、ある者はあらゆる混乱によって懲らしめられ、またある者はふさわしからぬ者たちから辱めを受け、ほかにも多くの仕打ちに苦しめられる」。
Pastor Sim.6.3.5
πολλοὶ γὰρ ἀκαταστατοῦντες ταῖς βουλαῖς αὐτῶν ἐπιβάλλονται πολλά, καὶ οὐδὲν αὐτοῖς ὅλως προχωρεῖ. καὶ λέγουσιν ἑαυτοὺς μὴ εὐοδοῦσθαι ἐν ταῖς πράξεσιν αὐτῶν, καὶ οὐκ ἀναβαίνει αὐτῶν ἐπὶ τὴν καρδίαν, ὅτι ἔπραξαν πονηρὰ ἔργα, ἀλλ’ αἰτιῶνται τὸν κύριον.
「多くの者は自分の考えにおいて落ち着きなく、多くのことに手を出すが、彼らには何一つ全く進まない。そして彼らは、自分たちの行いがうまくいかないと言うが、自分が悪しき業を行ったのだということは彼らの心に上らず、かえって主のせいにする」。
Pastor Sim.6.3.6
ὅταν οὖν θλιβῶσι πάσῃ θλίψει, τότε ἐμοὶ παραδίδονται εἰς ἀγαθὴν παιδείαν καὶ ἰσχυροποιοῦνται ἐν τῇ πίστει τοῦ κυρίου καὶ τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν δουλεύουσι τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ: ἐὰν δὲ μετανοήσωσι, τότε ἀναβαίνει ἐπὶ τὴν καρδίαν αὐτῶν τὰ ἔργα ἃ ἔπραξαν πονηρά, καὶ τότε δοξάζουσι τὸν θεόν, λέγοντες, ὅτι δίκαιος κριτής ἐστι καὶ δικαίως ἔπαθον ἕκαστος κατὰ τὰς πράξεις αὐτοῦ: δουλεύουσι δὲ λοιπὸν τῷ κυρίῳ ἐν καθαρᾷ καρδίᾳ αὐτῶν καὶ εὐοδοῦνται ἐν πάσῃ πράξει αὐτῶν, λαμβάνοντες τοῦ κυρίου πάντα, ὅσα ἂν αἰτῶνται: καὶ τότε δοξάζουσι τὸν κύριον, ὅτι ἐμοὶ παρεδόθησαν, καὶ οὐκέτι οὐδὲν πάσχουσι τῶν πονηρῶν.
「彼らがあらゆる苦難によって苦しめられるとき、そのとき彼らは良き訓育のために私に引き渡され、主への信仰において強められ、残りの生涯を清い心をもって主に仕える。もし彼らが悔い改めるならば、そのとき彼らが行った悪しき業が彼らの心に上り、そのとき彼らは神に栄光を帰し、『裁き主は正しく、各々は自分の行いに応じて正しく苦しんだのだ』と言う。そしてそれ以後は清い心をもって主に仕え、あらゆる行いにおいて栄え、求めるものはすべて主から受ける。そのとき彼らは、自分たちが私に引き渡されたことのゆえに主に栄光を帰し、もはや何ら悪しきことに苦しむことはない」。