Pastor Vis.3.3.1
Δείξασά μοι ταῦτα ἤθελεν ἀποτρέχειν. λέγω αὐτῇ: Κυρία, τί μοι ὄφελος ταῦτα ἑωρακότι καὶ μὴ γινώσκοντι, τί ἐστιν τὰ πράγματα; ἀποκριθεῖσά μοι λέγει: Πανοῦργος εἶ ἄνθρωπος, θέλων γινώσκειν τὰ περὶ τὸν πύργον. Ναί, φημί, κυρία, ἵνα τοῖς ἀδελφοῖς ἀναγγείλω καὶ ἱλαρώτεροι γένωνται καὶ ταῦτα ἀκούσαντες γινώσκωσιν τὸν κύριον ἐν πολλῇ δόξῃ.
これらを私に示すと、彼女は走り去ろうとした。私は彼女に言った。「奥方よ、これらを見ても、それが何であるか分からないのでは、私に何の益があるのですか。」彼女は私に答えて言う。「お前は抜け目のない人間だ。塔についてのことを知りたがっている。」「はい」と私は言う。「奥方よ、兄弟たちに告げ知らせ、彼らがより朗らかになり、これを聞いて、大いなる栄光のうちに主を知るためです。」
Pastor Vis.3.3.2
ἡ δὲ ἔφη: Ἀκούσονται μὲν πολλοί: ἀκούσαντες δέ τινες ἐξ αὐτῶν χαρήσονται, τινὲς δὲ κλαύσονται: ἀλλὰ καὶ οὗτοι, ἐὰν ἀκούσωσιν καὶ μετανοήσωσιν, καὶ αὐτοὶ χαρήσονται. ἄκουε οὖν τὰς παραβολὰς τοῦ πύργου: ἀποκαλύψω γάρ σοι πάντα. καὶ μηκέτι μοι κόπους πάρεχε περὶ ἀποκαλύψεως: αἱ γὰρ ἀποκαλύψεις αὗται τέλος ἔχουσιν: πεπληρωμέναι γάρ εἰσιν. ἀλλ’ οὐ παύσῃ αἰτούμενος ἀποκαλύψεις: ἀναιδὴς γὰρ εἶ.
すると彼女は言った。「多くの者が聞くであろう。だが聞いた者のうち、ある者たちは喜び、ある者たちは泣くであろう。しかし、これらの者たちも、もし聞いて悔い改めるなら、彼らもまた喜ぶであろう。だから塔の譬えを聞け。私はすべてをお前に啓示しよう。そして、もはや啓示について私を煩わせるな。これらの啓示には終わりがあるからだ。すでに満ちているのだから。しかしお前は啓示を求めることをやめないだろう。お前は恥知らずだからだ。」
Pastor Vis.3.3.3
ὁ μὲν πύργος, ὃν βλέπεις οἰκοδομούμενον, ἐγώ εἰμι ἡ Ἐκκλησία, ἡ ὀφθεῖσά σοι καὶ νῦν καὶ τὸ πρότερον: ὃ ἂν οὖν θελήσῃς, ἐπερώτα περὶ τοῦ πύργου, καὶ ἀποκαλύψω σοι, ἵνα χαρῇς μετὰ τῶν ἁγίων.
「お前が建てられているのを見ているこの塔は、私、すなわち教会である。お前に、今も、そして以前にも現れた者だ。だから、お前が望むことを、塔について尋ねよ。そうすれば私はお前に啓示しよう。お前が聖なる者たちとともに喜ぶために。」
Pastor Vis.3.3.4
λέγω αὐτῇ: Κυρία, ἐπεὶ ἅπαξ ἄξιόν με ἡγήσω τοῦ πάντα μοι ἀποκαλύψαι, ἀποκάλυψον. ἡ δὲ λέγει μοι: Ὃ ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται. μόνον ἡ καρδία σου πρὸς τὸν θεὸν ἤτω καὶ μὴ διψυχήσεις, ὃ ἂν ἴδῃς.
私は彼女に言った。「奥方よ、一度、私にすべてを啓示するに足る者と私を見なしてくださったのですから、啓示してください。」すると彼女は私に言う。「お前に啓示されうることは、啓示されるであろう。ただ、お前の心を神に向け、お前が見ることについて二心を抱くな。」
Pastor Vis.3.3.5
ἐπηρώτησα αὐτήν: Διατί ὁ πύργος ἐπὶ ὑδάτων ᾠκοδόμηται, κυρία; Εἶπά σοι, φησίν, καὶ τὸ πρότερον, καὶ ἐκζητεῖς ἐπιμελῶς: ἐκζητῶν οὖν εὑρίσκεις τὴν ἀλήθειαν. διατί οὖν ἐπὶ ὑδάτων ᾠκοδόμηται ὁ πύργος, ἄκουε: ὅτι ἡ ζωὴ ὑμῶν διὰ ὕδατος ἐσώθη καὶ σωθήσεται. τεθεμελίωται δὲ ὁ πύργος τῷ ῥήματι τοῦ παντοκράτορος καὶ ἐνδόξου ὀνόματος, κρατεῖται δὲ ὑπὸ τῆς ἀοράτου δυνάμεως τοῦ δεσπότου.
私は彼女に尋ねた。「なぜ塔は水の上に建てられているのですか、奥方よ。」「私はお前に以前にも言った」と彼女は言う。「それでもお前は念入りに尋ね求める。尋ね求めるからこそ、お前は真理を見出すのだ。」「なぜ塔が水の上に建てられているのか、聞け。それは、諸君の命が水を通して救われ、また救われるからである。塔は全能にして栄光ある御名の言葉によって基礎を据えられ、主宰者の見えない力によって保たれている。」