ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.6, Caput II 譬え 6 第II章

Hermas · Pastor · 7 sectiones

Pastor Sim.6.2.1

1

Καὶ λέγει μοι: Βλέπεις τὸν ποιμένα τοῦτον; Βλέπω, φημί, κύριε. Οὗτος, φησίν, ἄγγελος τρυφῆς καὶ ἀπάτης ἐστίν. οὗτος ἐκτρίβει τὰς ψυχὰς τῶν δούλων τοῦ θεοῦ καὶ καταστρέφει αὐτοὺς ἀπὸ τῆς ἀληθείας, ἀπατῶν αὐτοὺς ταῖς ἐπιθομίαις ταῖς πονηραῖς, ἐν αἷς ἀπόλλυνται.

彼は私に言う。「お前はこの牧者を見ているか。」私は言う。「見ています、主よ。」彼は言う。「これは贅沢と欺きの天使である。これは神の僕たちの魂をすり減らし、彼らを真理から覆し、悪しき欲望によって彼らを欺き、その欲望のうちで彼らは滅びるのだ。」

Pastor Sim.6.2.2

2

ἐπιλανθάνονται γὰρ τῶν ἐντολῶν τοῦ θεοῦ τοῦ ζῶντος καὶ πορεύονται ἀπάταις καὶ τρυφαῖς ματαίαις καὶ ἀπόλλυνται ὑπὸ τοῦ ἀγγέλου τούτου, τινὰ μὲν εἰς θάνατον, τινὰ δὲ εἰς καταφθοράν.

「彼らは生ける神の戒めを忘れ、欺きと空しい贅沢とのうちを歩み、この天使によって滅ぼされる。ある者は死へと、ある者は腐敗へと。」

Pastor Sim.6.2.3

3

λέγω αὐτῷ: Κύριε, οὐ γινώσκω ἐγώ, τί ἐστιν εἰς θάνατον καὶ τί εἰς καταφθοράν. Ἄκουε, φησίν: ἃ εἶδες πρόβατα ἱλαρὰ καὶ σκιρτῶντα, οὗτοί εἰσιν οἱ ἀπεσπασμένοι ἀπὸ τοῦ θεοῦ εἰς τέλος καὶ παραδεδωκότες ἑαυτοὺς ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου. ἐν τούτοις οὖν μετάνοια ζωῆς οὐκ ἔστιν, ὅτι προσέθηκαν ταῖς ἁμαρτίαις αὐτῶν καὶ εἰς τὸ ὄνομα τοῦ θεοῦ ἐβλασφήμησαν. τῶν τοιούτων οὖν ὁ θάνατός ἐστιν.

私は彼に言う。「主よ、私には、何が死へであり、何が腐敗へであるのか分かりません。」彼は言う。「聞け。お前が見た喜ばしげに跳ね回っていた羊たち、これらは神から完全に引き離され、この世の欲望に自分自身を明け渡してしまった者たちである。だからこの者たちには命に至る悔い改めがない。彼らは自分の罪に付け加え、神の名を冒涜したからだ。このような者たちには死があるのだ。」

Pastor Sim.6.2.4

4

ἃ δὲ εἶδες πρόβατα μὴ σκιρτῶντα, ἀλλ’ ἐν τόπῳ ἑνὶ βοσκόμενα, οὗτοί εἰσιν οἱ παραδεδωκότες μὲν ἑαυτοὺς ταῖς τρυφαῖς καὶ ἀπάταις, εἰς δὲ τὸν κύριον οὐδὲν ἐβλασφήμησαν: οὗτοι οὖν κατεφθαρμένοι εἰσὶν ἀπὸ τῆς ἀληθείας. ἐν τούτοις ἐλπίς ἐστι μετανοίας, ἐν ᾗ δύνανται ζῆσαι. ἡ καταφθορὰ οὖν ἐλπίδα ἔχει ἀνανεώσεώς τινος, ὁ δὲ θάνατος ἀπώλειαν ἔχει αἰώνιον.

「しかしお前が見た、跳ね回らずに一つの場所で草を食んでいた羊たち、これらは贅沢と欺きに自分自身を明け渡しはしたが、主に対しては何も冒涜しなかった者たちである。だからこれらの者たちは真理から離れて腐敗してしまっているのだ。この者たちには悔い改めの望みがあり、それによって生きることができる。だから腐敗には何らかの刷新への望みがあるが、死には永遠の滅びがある。」

Pastor Sim.6.2.5

5

πάλιν προέβην μικρόν, καὶ δεικνύει μοι ποιμένα μέγαν ὡσεὶ ἄγριον τῇ ἰδέᾳ, περικείμενον δέρμα αἴγειον λευκόν, καὶ πήραν τινὰ εἶχεν ἐπὶ τῶν ὤμων καὶ ῥάβδον σκληρὰν λίαν καὶ ὄζους ἔχουσαν καὶ μάστιγα μεγάλην: καὶ τὸ βλέμμα εἶχε περίπικρον, ὥστε φοβηθῆναί με αὐτόν: τοιοῦτον εἶχε τὸ βλέμμα.

私は再び少し進んだ。すると彼は私に、姿があたかも荒々しい、大きな牧者を見せる。白い山羊の皮をまとい、肩には何かの袋を持ち、非常に固く節くれだった杖と、大きな鞭とを持っていた。その眼差しはきわめて険しく、私はそれを見て彼を恐れるほどであった。それほどの眼差しを彼は持っていた。

Pastor Sim.6.2.6

6

οὗτος οὖν ὁ ποιμὴν παρελάμβανε τὰ πρόβατα ἀπο τοῦ ποιμένος τοῦ νεανίσκου, ἐκεῖνα τὰ σπαταλῶντα καὶ τρυφῶντα, μὴ σκιρτῶντα δέ, καὶ ἔβαλεν αὐτὰ εἴς τινα τόπον κρημνώδη καὶ ἀκανθώδη καὶ τριβολώδη, ὥστε ἀπὸ τῶν ἀκανθῶν καὶ τριβόλων μὴ δύνασθαι ἐκπλέξαι τὰ πρόβατα, ἀλλ’ ἐμπλέκεσθαι εἰς τὰς ἀκάνθας καὶ τριβόλους.

この牧者は、若い牧者から羊たちを、すなわち気ままにふるまい贅沢にふけってはいたが跳ね回ってはいなかったあの羊たちを引き取った。そしてそれらを、切り立って茨とあざみの生い茂ったある場所に投げ入れた。羊たちは茨とあざみから抜け出すことができず、茨とあざみに絡まってしまうほどであった。

Pastor Sim.6.2.7

7

ταῦτα οὖν ἐμπεπλεγμένα ἐβόσκοντο ἐν ταῖς ἀκάνθαις καὶ τριβόλοις καὶ λίαν ἐταλαιπώρουν δαιρόμενα ὑπ’ αὐτοῦ: καὶ ὧδε κἀκεῖσε περιήλαυνεν αὐτὰ καὶ ἀνάπαυσιν αὐτοῖς οὐκ ἐδίδου, καὶ ὅλως οὐκ εὐσταθοῦσαν τὰ πρόβατα ἐκεῖνα.

こうして絡まったまま、それらは茨とあざみの中で草を食み、彼に打たれてひどく苦しんでいた。彼はあちこちへとそれらを追い立て、それらに休みを与えず、それらの羊は全く落ち着くことがなかった。