ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.2, Caput IV 幻 2 第IV章

Hermas · Pastor · 3 sectiones

Pastor Vis.2.4.1

1

Ἀπεκαλύφθη δέ μοι, ἀδελφοί, κοιμωμένῳ ὑπὸ νεανίσκου εὐειδεστάτου λέγοντός μοι: Τὴν πρεσβυτέραν, παῤ ἧς ἔλαβες τὸ βιβλίδιον, τίνα δοκεῖς εἶναι; ἐγώ φημι: Τὴν Σίβυλλαν. Πλανᾶσαι, φησίν, οὐκ ἔστιν. Τίς οὖν ἐστιν; φημί. Ἡ Ἐκκλησία, φησίν. εἶπον αὐτῷ: Διατί οὖν πρεσβυτέρα; Ὅτι, φησίν, πάντων πρώτη ἐκτίσθη: διὰ τοῦτο πρεσβυτέρα: καὶ διὰ ταύτην ὁ κόσμος κατηρτίσθη.

兄弟たちよ、私が眠っている間に、この上なく美しい若者によって私に啓示された。彼は私に言った。「お前が小さな書物を受け取ったあの老婦人を、誰だと思うか。」私は言った。「シビュラだと。」「お前は思い違いをしている」と彼は言う。「そうではない。」「では誰なのか」と私は言う。「教会だ」と彼は言う。私は彼に言った。「では、なぜ老婦人なのですか。」「それは」と彼は言う。「彼女がすべてのものより先に創られたからだ。それゆえ老婦人なのだ。そして彼女のために世界は整えられた。」

Pastor Vis.2.4.2

2

μετέπειτα δὲ ὅρασιν εἶδον ἐν τῷ οἴκῳ μου. ἦλθεν ἡ πρεσβυτέρα καὶ ἠρώτησέν με, εἰ ἤδη τὸ βιβλίον δέδωκα τοῖς πρεσβυτέροις. ἠρνησάμην δεδωκέναι. Καλῶς, φησίν, πεποίηκας: ἔχω γὰρ ῥήματα προσθεῖναι. ὅταν οὖν ἀποτελέσω τὰ ῥήματα πάντα, διὰ σοῦ γνωρισθήσεται τοῖς ἐκλεκτοῖς πᾶσιν.

その後、私は自分の家で幻を見た。老婦人が来て、私に、すでにその書物を長老たちに渡したかどうかを尋ねた。私はまだ渡していないと言った。「よくやった」と彼女は言う。「私にはまだ付け加える言葉があるからだ。私がすべての言葉を語り終えたなら、お前を通してすべての選ばれた者たちに知らされるであろう。」

Pastor Vis.2.4.3

3

γράψεις οὖν δύο βιβλαρίδια καὶ πέμψεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ. πέμψει οὖν Κλήμης εἰς τὰς ἔξω πόλεις, ἐκείνῳ γὰρ ἐπιτέτραπται: Γραπτὴ δὲ νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς. σὺ δὲ ἀναγνώσῃ εἰς ταύτην τὴν πόλιν μετὰ τῶν πρεσβυτέρων τῶν προϊσταμένων τῆς ἐκκλησίας.

「だからお前は二つの小さな書物を書き、一つをクレメンスに、一つをグラプテに送るのだ。クレメンスは外の町々に送るであろう。それは彼に委ねられているからだ。グラプテは寡婦たちと孤児たちを戒めるであろう。だがお前は、この町において、教会を指導する長老たちとともに朗読するのだ。」