ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.8, Caput X 譬え 8 第X章

Hermas · Pastor · 4 sectiones

Pastor Sim.8.10.1

1

Οἱ δὲ τὰς ῥάβδους ἐπιδεδωκότες χλωράς, αὐτὰ δὲ τὰ ἄκρα ξηρὰ καὶ σχισμὰς ἔχοντα, οὗτοι πάντοτε ἀγαθοὶ καὶ πιστοὶ καὶ ἔνδοξοι παρὰ τῷ θεῷ ἐγένοντο, ἐλάχιστον δὲ ἐξήμαρτον διὰ μικρὰς ἐπιθυμίας καὶ μικρὰ κατ’ ἀλλήλων ἔχοντες: ἀλλ’ ἀκούσαντές μου τῶν ῥημάτων τὸ πλεῖστον μέρος ταχὺ μετενόησαν, καὶ ἐγένετο ἡ κατοικία αὐτῶν εἰς τὸν πύργον.

枝を青いままで返したが、その先端が枯れ、裂け目を持っていた者たち、これは常に善く、信仰篤く、神のもとで栄えある者となったが、わずかな欲望のゆえにごくわずかに罪を犯し、互いにわずかな不満を抱いていた者たちである。しかし私の言葉を聞くと、その大部分は速やかに悔い改め、彼らの住まいは塔の中となった。

Pastor Sim.8.10.2

2

τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν, τινὲς δὲ διψυχήσαντες διχοστασίαν μείζονα ἐποίησαν. ἐν τούτοις οὖν ἔνεστι μετανοίας ἐλπίς, ὅτι ἀγαθοὶ πάντοτε ἐγένοντο: δυσκόλως δέ τις αὐτῶν ἀποθανεῖται.

彼らのうち或る者たちは二心を抱き、或る者たちは二心を抱いた上でさらに大きな不和をもたらした。それゆえ彼らのうちには悔い改めの望みがある。彼らは常に善き者であったからである。しかし彼らのうち誰かが死ぬことは難しいであろう。

Pastor Sim.8.10.3

3

οἱ δὲ τὰς ῥάβδους αὐτῶν ξηρὰς ἐπιδεδωκότες, ἐλάχιστον δὲ χλωρὸν ἐχούσας, οὗτοί εἰσιν οἱ πιστεύσαντες μόνον, τὰ δὲ ἔργα τῆς ἀνομίας ἐργασάμενοι: οὐδέποτε δὲ ἀπὸ τοῦ θεοῦ ἀπέστησαν καὶ τὸ ὄνομα ἡδέως ἐβάστασαν καὶ εἰς τοὺς οἴκους αὐτῶν ἡδέως ὑπεδέξαντο τοὺς δούλους τοῦ θεοῦ. ἀκούσαντες οὖν ταύτην τὴν μετάνοιαν ἀδιστάκτως μετενόησαν, καὶ ἐργάζονται πᾶσαν ἀρετὴν καὶ δικαιοσύνην.

枝を枯れたままで返したが、ごくわずかに青を残していた者たち、これはただ信じただけで、不法の行いをなした者たちである。しかし彼らは決して神から離れ去ることはなく、この名を喜んで身に負い、自分たちの家に神の僕たちを喜んで迎え入れた。そこで彼らはこの悔い改めを聞くと、疑うことなく悔い改め、あらゆる徳と正義とを行っている。

Pastor Sim.8.10.4

4

τινὲς δὲ ἐξ αὐτῶν καὶ φοβοῦνται, γινώσκοντες τὰς πράξεις αὐτῶν, ἃς ἔπραξαν. τούτων οὖν πάντων ἡ κατοικία εἰς τὸν πύργον ἔσται.

彼らのうち或る者たちは、自分たちの行った行いを知っているがゆえに、恐れてもいる。こうしてこの者たち全ての住まいは塔の中となるであろう。