Epistolae 9.0.1
Α'. Ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος τῆς ἐπισκοπῆς ὁ θαυμάσιος αὗτος, καὶ κρύπτων ἐν ἑαυτῷ τὴν προπετῆ ταυτὴν αὐτοῦ ἐπιθυμίαν ἐλάνθανεν, ἐπικάλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ καταρχὰς σὺν αὐτῷ τοὺς ὁμολογητὰς ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι.
PL 3, 734Aしかし、この驚嘆すべき人物が実は以前からずっと司教職を熱望していながら、その向こう見ずな欲望を自分の内に隠して人に気づかれずにおり、初めのうち告白者たちを自分の側に付けていたことを、おのれの無分別を覆う隠れ蓑として用いていたのだ、ということをあなたに知ってもらうために、わたしはこれを述べたいと思う。
Epistolae 9.0.2
Μάξιμος πρεσβύτερος τῶν παρ' ἡμῖν καὶ Οὐρβανὸς, δὶς τὴν ἐξ ὁμολογίας δόξαν ἀρίστην καρπωσάμενοι· Σιδόνιός τε καὶ Κελερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ Θεοῦ ἔλεον καρτερικώτατα διενέγκας· καὶ τῇ ῥώμῃ τῆς αὐτοῦ πίστεως, τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιῤῥώσας, κατακράτος νενίκηκε τὸν ἀντικείμενο· οὗτοι δὲ οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν, καὶ καταφωράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβολίαν, τάς τε ἐπιορκίας καὶ ψευδολογίας, καὶ τὴν ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν· ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνάσματα καὶ πονηρεύματα ἃ ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκόπων· τοῦτο δὲ πρεσβυτέρων καὶ λαϊκῶν ἀνδρῶν παμπόλλων, ἐξήγγειλαν ἀποδυρόμενοι καὶ μεταγινώσκοντες ἐφ' οῖς πεισθέντες τῷ δολερῷ καὶ κακοήθει θηρίῳ, πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας ἀπελείφθησαν.
PL 3, 735A我々のもとにいる司祭マクシムスとウルバヌスは、二度にわたって告白による最も優れた栄光を得た者たちである。またシドニウスと、神の憐れみによってあらゆる拷問を最も忍耐強く耐え抜いた人物ケレリヌスは、おのれの信仰の強さによって肉の弱さを奮い立たせ、敵対する者〔底本は ἀντικείμενο。ἀντικείμενον と読む〕を完全に打ち破った。この者たちは彼の正体を見抜き、彼のうちにある狡猾さと二枚舌、偽りの誓いと偽りの言葉、そして交わりを拒む態度と狼のような偽りの友愛とを暴いたうえで、聖なる教会へと立ち帰った。そして、彼が長らく自分の内に隠し持っていたあらゆる策略と悪事を、十分な数の司教たち、また司祭や信徒の男たちが大勢居合わせる中で、嘆きながら、また、あの狡猾で悪辣な獣に説き伏せられてしばらくのあいだ教会から離れていたことを悔いながら、公にしたのである。
Epistolae 9.0.3
Εἶτα μετὰ βραχέα φησίν. Β'. Ἀμήχανον ὅσην ἀγαπητὲ ἀδελφὲ, τροπὴν καὶ μεταβολὴν ἐν βραχεῖ καιρῷ ἐθεασάμεθα ἐπ' αὐτοῦ γεγενημένην· ὁ γάρ τοι λαμπρότατος, καὶ δι' ὄρχων φοβερῶν τινῶν πιστούμενος τὸ μὴ δ' ὅλως ἐπισκοπῆς ὀρέγεσθαι, αἰφνίδιον ἐπίσκοπος ὥσπερ ἐκ μαγγάνου τινὸς εἰς τὸ μέσον ῥιφθεὶς ἀναφαίνεται· οὗτος γάρ τοι ὁ δογματιστὴς, ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑπερασπιστὴς ὁπηνίκα παρασπᾶσθαί τε καὶ ὑφαρπάζειν τὴν μὴ δοθεῖσαν αὐτῷ ἄνωθεν ἐπισκοπὴν ἐπειχείρει, δύο ἑαυτῷ κοινωνοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν σωτηρίας ἐπελέξατο· ὡς ἂν εἰς βραχύ τι μέρος, καὶ ἐλάχιστον τῆς Ἰταλίας ἀποστείλῃ· κἀκεῖθεν ἐπισκόπους τρεῖς, ἀνθρώπους ἀγροίκους καὶ ἁπλουστάτους, πλαστῇ τινὶ ἐπιχειρήσει ἐξαπατήσῃ. διαβεβαιούμενος καὶ διϊσχυριζόμενος δεῖν αὐτοὺς ἐν τάχει παραγενέσθαι εἰς Ῥώμην, ὡς δῆθεν πᾶσα ἥ τις δή ποτε οὖν διχοστασία γεγονυῖα, σὺν καὶ ἑτέροις ἐπισκόποις καὶ αὐτῶν μεσιτευόντων, διαλυθῇ· οὓς παραγενομένους ἅτε δὴ (ὡς ἔφθημεν λέγοντες) ἀνθρώπους ἁπλουστέρους περὶ τὰς τῶν πονηρῶν μηχανάς τε καὶ ῥαδιουργίαν, συγκλεισθέντας ὑπό τινων ὁμοίων αὐτῷ τεταγμένων ἀνθρώπων, ὥρᾳ δεκάτῃ μεθύοντας καὶ κραιπαλῶντας, μετὰ βίας ἠνάγκασεν εἰκονικῇ τινὶ καὶ ματαίᾳ κειρεπιθεσίᾳ ἐπισκοπὴν αὐτῷ δοῦναι· ἣν ἐνέδρα καὶ πανουργίᾳ, μὴ ἐπιβάλλουσαν αὐτῷ ἐκδικεῖ· ἐξ ὧν εἶς μετ' οὐ πολὺ ἐπανῆλθεν εἰς τὴν ἐκκλησίαν, ἀποδυρόμενος καὶ ἐξομολογούμενος τὸ ἑαυτοῦ ἁμάρτημα· ᾧ καὶ ἐκοινωνήσαμεν ὡς λαϊκῷ, ὑπὲρ αὐτοῦ δεηθέντος παντὸς τοῦ παρόντος λαοῦ.
PL 3, 737Aそれから少しあとで、彼はこう言う。最愛の兄弟よ、彼の身にわずかな間にこれほどの変転と変化が起こるのを我々が目にしようとは、思いも寄らぬことであった。すなわち、かの輝かしい人物は、恐ろしい誓い〔底本は ὄρχων。ὅρκων と読む〕によって司教職などまるで望んでいないと誓っていたにもかかわらず、突如としてまるで何かの手品の仕掛けから真ん中へ投げ出されたかのように、司教として姿を現したのである。この教義家、この教会の学識の擁護者たる者は、上から自分に与えられなかった司教職を奪い取り、かすめ取ろうと企てたとき、おのれの救いを見限った二人の仲間を選び出し、イタリアのごく小さな、取るに足りない一角へと遣わそうとした。そしてそこから三人の司教たち、すなわち素朴で単純きわまりない田舎の人々を、偽りの企てによって欺こうとした。そのため彼は、ローマに生じたいかなる不和も、彼らが他の司教たちとともに仲介に立てば解消されるであろうと言い張り、彼らが急いでローマへ来るべきだと強く主張した。ところが、彼らがやって来ると、(すでに述べたとおり)悪しき者たちの策略や悪だくみに対してあまりに素朴であったために、彼と同じ仲間の者たちによって取り囲まれ、十時ごろ、酒に酔い前後不覚になっているところを、力ずくで、見せかけだけの空しい按手〔底本は κειρεπιθεσίᾳ。χειρεπιθεσίᾳ と読む〕によって、彼に司教職を与えるよう強いられたのである。彼はこうして、待ち伏せと狡猾さによって、自分にふさわしくもない司教職を我がものと言い張っている。この三人のうちの一人は、間もなく教会へと立ち帰り、嘆きながら自分の罪を告白した。そこで、居合わせたすべての民が彼のために願い出たので、我々は彼を信徒として交わりに受け入れた。
Epistolae 9.0.4
Καὶ τῶν λοιπῶν δὲ ἐπισκόπων διαδόχους εἰς τοὺς τόπους ἐν οἷς ἦσαν χειροτονήσαντες, ἀπεστάλκαμεν. Γ'.
PL 3, 741Aそしてまた、残りの司教たちについては、我々は彼らがいた土地に後継者を叙任し、遣わした。
Epistolae 9.0.5
Ὁ ἐκδικητὴς οὖν τοῦ εὐαγγελίου, οὐκ ἠπίστατο ἕνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ Ἐκκλησίᾳ· ἐν ᾗ οὐκ ἠγνόει· πῶς γάρ; πρεσβυτέρους εἶναι τεσσαράκοντα ἕξ· διακόνους ἑπτά· ὑποδιακόνους ἑπτά, ἀκολούθους δύο καὶ τεσσαράκοντα· ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα πυλωροῖς δύο καὶ πεντήκοντα· χήρας σὺν θλιβομένοις, ὑπὲρ τὰς χιλίας πεντακοσίας· οὓς πάντας ἡ τοῦ Δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει. ὃν οὐδὲ τοσοῦτο φλῆθος καὶ οὕτως ἀναγκεῖον ἐν τῇ ἐκκλησίᾳ, διὰ τῆς τοῦ Θεοῦ προνοίας πλούσιός τε καὶ πληθύων ἀριθμὸς μετὰ μεγίστου καὶ ἀναριθμήτου λαοῦ, ἀπὸ τῆς τοιαύτης ἀπογνώσεώς τε καὶ ἀπαγορεύσεως ἐνέτρεψε καὶ ἀνεκαλέσατο εἰς τὴν Ἐκκλησίαν.
PL 3, 741A福音のかの擁護者は、公同の教会にはただ一人の司教がいなければならないということを知らなかったのである。だが、教会の中に司祭が四十六人、助祭が七人、副助祭が七人、侍祭が四十二人、祓魔師と読師と守門とをあわせて五十二人、そして寡婦と困窮者とをあわせて千五百人あまりがおり、そのすべてを主の恩寵と人への慈しみが養っていることを、彼が知らないはずはなかった——どうして知らずにいられよう。それほど大きく、教会にとってこれほど必要な数〔底本は φλῆθος。πλῆθος と読む〕——神の摂理によって豊かに増し加えられたこの数と、この上なく大きく数えきれぬほどの民とをもってしても、それは彼をそのような絶望と拒絶から立ち帰らせ、教会へと呼び戻すことはできなかったのである〔ὃν 以下の文の向きは定かでない。数の多さも彼を立ち帰らせなかった、と取った〕。
Epistolae 9.0.6
Καὶ αὖθις, μεθ' ἕτερα, τούτοις προστίθησι ταῦτα. Δ'. Φέρε δὴ ἑξῆς εἴπωμεν, τίσιν ἔργοις ἢ τίσι πολιτείαις τεθαῤῥηκὼς, ἀντεποιήθη τῆς ἐπισκοπῆς· ἄρα γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ Ἐκκλησίᾳ ἀνεστράφθαι, καὶ πολλοὺς ἀγῶνας ὑπὲρ αὐτῆς ἀγωνίσασθαι, καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ' οὐκ ἔστιν· ᾧ γε ἀφορμὴ τοῦ πιστεῦσαι γέγονεν ὁ Σατανᾶς, φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν. ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν, νόσῳ περιπεσὼν χαλεπῇ, καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος, ἐν αὐτῇ τῇ κλίνῃ ᾗ ἔκειτο, περιχυθεὶς ἔλαββεν· εἴ γε χρὴ λέγειν τὸν τοιοῦτον εἰληφέναι. οὐ μὴν οὐδὲ τῶν λοιπῶν ἔτυχε, διαφυγὼν τὴν νόσον, ὧν χρὴ μεταλαμβάνειν κατὰ τὸν τῆς Ἐκκλησίας κανόνα· τοῦ τε σφραγισθῆναι ὑπὸ τοῦ ἐπισκόπου.
PL 3, 745Aそしてまた、他のことを挟んだのちに、彼はこれらに次のことを付け加える。さて次に、いかなる働きにより、あるいはいかなる行いに自信を得て、彼が司教職を求めるに至ったかを述べよう。彼が初めから教会の内にあって身を処し、教会のために多くの戦いを戦い、敬神のゆえに多くの大きな危険のうちにあったから、というのであろうか。だが、そうではない。むしろ、彼が信じるに至ったそのきっかけを作ったのはサタンであって、サタンは彼のうちに入り込み、かなりの間そこに住まっていたのである。彼は祓魔師たち〔底本は ἐπορκιστῶν。ἐξορκιστῶν と読む〕に助けられながら重い病に倒れ、今にも死ぬだろうと思われたので、まさに横たわっていたその寝床の上で、水を注ぎかけられて(洗礼を)受けた〔底本は ἔλαββεν。ἔλαβεν と読む〕——もっとも、このような者が受けたと言えるとすればの話であるが。しかも彼は、病を逃れたのちも、教会の規範に従って受けるべきそのほかのこと、すなわち司教による証印を受けることさえしなかった。
Epistolae 9.0.7
Τούτου δὲ μὴ τυχὼν, πῶς ἂν τοῦ ἁγίου Πνεύματος ἔτυχε; Καὶ πάλιν μετὰ βραχέα φησίν. Ε'. Ὁ διὰ δειλίαν καὶ φιλοζωΐαν ἐν τῷ καιρῷ τῆς διώξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος. ἀξιούμενος γὰρ καὶ παρακαλούμενος ὑπὸ τῶν διακόνων, ἵν' ἐξελθὼν τοῦ οἰκίσκου ἐν ᾧ καθεῖρξεν ἑαυτὸν, βοηθήσῃ τοῖς ἀδελφοῖς, ὅσα θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ κινδυνεύουσιν ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν· τοσοῦτον ἀπέσχε τοῦ πειθαρχῆσαι παρακαλοῦσι τοῖς διακόνοις, ὡς καὶ χαλεπαίνοντα ἀπιέναι καὶ ἀπαλλάττεσθαι· μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος εἶναι ἔφη· ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής.
PL 3, 749Aこのことを受けなかった者が、どうして聖なる霊を受けることができようか。そしてまた少しあとで、彼はこう言う。彼は迫害の時に、臆病さと生への執着のゆえに、自分が司祭であることを否んだ。すなわち、助祭たちから、自分を閉じ込めた小屋を出て、危険にさらされ助けを必要としている兄弟たちを、司祭として許されるかぎり、また力の及ぶかぎり助けるようにと頼まれ、勧められたにもかかわらず、彼は助祭たちの勧めに従うどころか、腹を立てて立ち去り、その場を離れてしまうほどであった。彼は、自分はもはや司祭でありたくない、なぜなら自分は別の哲学を愛する者だからだ、と言ったのである。
Epistolae 9.0.8
Υπερβὰς δ' ὀλίγα, τούτοις πάλιν ἐπιφέρει λέγων. ϛ'. Καταλιπὼν γὰρ ὁ λαμπρὸς οὗτος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ χάριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρας εἰς πρεσβυτερίου κλῆρον· ὃς διακωλυόμενος ὑπὸ παντὸς τοῦ κλήρου, ἀλλὰ καὶ λαῖκῶν πολλῶν· ἐπεὶ μὴ ἐξὸν ἧν τὸν ἐπὶ κλίνης διὰ νόσον περιχυθέντα, ὥσπερ καὶ οὖτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτῷ τοῦτον μόνον χειροτονῆσαι.
PL 3, 751Aそして少しのところを飛ばして、彼はこれらにさらに次のように付け加えて言う。この輝かしい人物は、神の教会を捨てたのである。彼はその教会において、信仰に入ったとき、自分に按手した司教の恩寵によって司祭職にふさわしいとされた者であった。ところが、その司教は、聖職者全体、さらには多くの信徒たちからも引き留められたにもかかわらず——病のために床の上で水を注がれた者が、彼のように、聖職に就くことは許されていなかったからである——それでも、この一人だけは自分に叙任することを認めてほしいと願い出たのであった。
Epistolae 9.0.9
Εἶτ' ἄλλο τι τούτοις χείριστον προστίθησι τῶν τοῦ ἀνδρὸς ἀτοπημάτων, λέγων οὕτως. Ζ'. Ποιήσας γὰρ τὰς προσφορὰς, καὶ διανέμων ἑκάστῳ τὸ μέρος, καὶ ἐπιδιδοὺς τοῦτο ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς χερσὶ τὰς τοῦ λαβόντος, καὶ μὴ ἀφεὶς ἔστ' ἄν ὀμνύοντες εἴπωσι ταῦτα· τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις.
PL 3, 753Aそれから彼は、この人物の数々の不品行のうち、さらにもっとも悪いことを一つ付け加えて、次のように言う。彼は献げ物を捧げ、各人にその分け前を分け与える際、それを受け取る者の両手を自分の両手で押さえたまま放さず、祝福する代わりに、哀れなその人々に誓わせるのである——彼らが誓ってこう言うまでは。以下は彼自身の言葉をそのまま用いることにしよう。
Epistolae 9.0.10
Ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μηδέποτέ με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον. καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον αὐτῷ (ἑαυτῷ Syncel.) καταράσαιτο· καὶ ἀντὶ τοῦ εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ Ἀμὴν, Οὐκέτι ἀνήξω πρὸς Κορνήλιον, λέγει.
PL 3, 755A「我々の主イエス・キリストの体と血にかけて、わたしを決して見捨てず、コルネリウスのもとへ戻らないと誓え。」そしてその哀れな男は、まず自分自身に呪いをかけて〔底本は αὐτῷ。シュンケロスの読み ἑαυτῷ に従った〕からでなければ、それを口にしない。そして、かのパンを受け取るとき、「アーメン」と言う代わりに、「わたしは二度とコルネリウスのもとへは戻らない」と言うのである。
Epistolae 9.0.11
Καὶ μεθ' ἕτερα πάλιν ταῦτά φησιν. Η'. Ἤδη δὲ ἴσθι γεγυμνῶσθαι καὶ ἔρημον γεγονέναι· καταλιμπανόντων αὐτὸν καθ' ἡμέραν ἑκάστην τῶν ἀδελφῶν, καὶ εἰς τὴν Ἐκκλησίαν ἐπανερχομένων. ὂν καὶ Μωσῆς, ὁ μακάριος μάρτυς, ὁ παρ' ἡμῖν ἔναγχος μαρτυρήσας καλήν τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ἀκοινώνητον ἐποιήσε σὺν τοῖς πέντε πρεσβυτέροις τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς Ἐκκλησίας.
PL 3, 757Aそして他のことのあとで、彼はまた次のように言う。彼が今や裸にされ、見捨てられた者となっていることを知るがよい。兄弟たちは日ごとに彼のもとを去り、教会へと立ち帰っているのである。かの幸いなる殉教者モーセ、我々のもとで最近立派な驚くべき証しを立てて殉教した人も、まだこの世にあったとき、彼の不敵さと無分別とを見て取り、彼とともに教会から自分を引き離した五人の司祭たちとともに、彼を交わりから外したのであった。
Epistolae 9.0.12
Θ'. Καὶ ἐπὶ τέλει δὲ τῆς ἐπιστολῆς τῶν ἐπὶ Ῥώμης παραγενομένων ἐπισκόπων, τῆς τε τοῦ Νοουάτου κατεγνωκότων ἄβελτηρίας, κατάλογον πεποίηται· ὁμοῦ τά τε ὀνόματα, καὶ ἧς ὁ καθεῖς αὐτῶν προηγεῖτο παροικίας, ἐπισημηνάμενος· τῶν τε μὴ παραγενομένων μὲν ἐπὶ τῆς Ῥώμης, συνευδοκησάντων δὲ διὰ γραμμάτων τῇ τῶν προσειρημένων ψήφῳ, τὰς προσηγορίας ὁμοῦ καὶ τὰς πόλεις ὅθεν ἕκαστος ὁρμώμενος ἐπέστελλε μνημονεύει. ταῦτα μὲν ὁ Κορνήλιος Φαβίῳ Ἀντιοχείας ἐπισκόπῳ δηλῶν ἔγραφε Cornelii haec attulit Eusebius in lib. VI Hist. Eccles. cap. 43.
PL 3, 759A彼はまた、書簡の終わりに、ローマに集まった司教たちのうち、ノウァトゥスの愚かさを断罪した者たちの一覧を作り、その名と、おのおのがどの教区を治めていたかをあわせて記した。そして、ローマには居合わせなかったが、書面によって、先に述べた者たちの決定に賛同した者たちについては、その名と、おのおのがどの都市から書き送ったかとをともに記している。以上のことを、コルネリウスはアンティオキアの司教ファビウスに知らせるために書き送った。これらのことをコルネリウスから、エウセビオスが『教会史』第6巻43章に伝えている。