Apologia Prima pro Christianis 68.1
Καὶ εἰ μὲν δοκεῖ ὑμῖν λόγου καὶ ἀληθείας ἔχεσθαι, τιμήσατε αὐτά· εἰ δὲ λῆρος ὑμῖν δοκεῖ, ὡς ληρωδῶν πραγμάτων καταφρονήσατε, καὶ μὴ ὡς κατ᾿ ἐχθρῶν κατὰ τῶν μηδὲν ἀδικούντων θάνατον ὁρίζετε.
もしこれらのことが道理と真理とを保っていると諸君に思われるなら、それらを尊重せよ。だがもし戯言と思われるなら、戯言めいたことどもとして軽んじるがよい。そして、何も不正を行っていない者たちに対して、敵に対するかのように死を定めることのないようにせよ。
Apologia Prima pro Christianis 68.2
Προλέγομεν γὰρ ὑμῖν, ὅτι οὐκ ἐκφεύξεσθε τὴν ἐσομένην τοῦ θεοῦ κρίσιν, ἐὰν ἐπιμένητε τῇ ἀδικίᾳ· καὶ ἡμεῖς ἐπιβοήσομεν· Ὃ φίλον τῷ θεῷ, τοῦτο γενέσθω!
我々は諸君に予告しておく。諸君が不正にとどまり続けるならば、来たるべき神の裁きを免れることはないであろう。そして我々自身はこう叫ぶであろう。「神に喜ばれることが、そのとおりに成るように」と。
Apologia Prima pro Christianis 68.3
Καὶ ἐξ ἐπιστολῆς δὲ τοῦ μεγίστου καὶ ἐπιφανεστάτου Καίσαρος Ἀδριανοῦ, τοῦ πατρὸς ὑμῶν, ἔχοντες ἀπαιτεῖν ὑμᾶς καθὰ ἠξιώσαμεν κελεῦσαι τὰς κρίσεις γενέσθαι, οὐκ ἐκ τοῦ κεκρῖσθαι τοῦτο ὑπὸ Ἀδριανοῦ μᾶλλον ἠξιώσαμεν, ἀλλ᾿ ἐκ τοῦ ἐπίστασθαι δίκαια ἀξιοῦν τὴν προσφώνησιν καὶ ἐξήγησιν πεποιήμεθα.
そして、諸君の父である、至大にして最も高名なカエサル、ハドリアヌスの書簡によっても、我々が求めたとおりに裁判が行われるよう命じることを諸君に要求する根拠を我々は持っている。だが我々がこれを求めたのは、これがハドリアヌスによって裁定されたからというよりも、むしろ、正しいことを求めていると知っているからこそであり、そこでこの上奏と説明とを行ったのである。
Apologia Prima pro Christianis 68.4
Ὑπετάξαμεν δὲ καὶ τῆς ἐπιστολῆς Ἀδριανοῦ τὸ ἀντίγραφον, ἵνα καὶ κατὰ τοῦτο ἀληθεύειν ἡμᾶς γνωρίζητε. Καὶ ἔστι τὸ ἀντίγραφον τοῦτο. Μινουκίῳ Φουνδανῷ. Ἐπιστολὴν ἐδεξάμην γραφεῖσάν μοι ἀπὸ Σερηνίου Γρανιανοῦ, λαμπροτάτου ἀνδρός, ὅντινα σὺ διεδέξω.
また我々は、ハドリアヌスの書簡の写しをも添えておいた。これによっても我々が真理を語っていることを諸君が知るためである。そしてその写しはこうである。「ミヌキウス・フンダヌスへ。私は、お前が後を継いだ、最も卓越した人物セレニウス・グラニアヌスから私に宛てて書かれた書簡を受け取った。」
Apologia Prima pro Christianis 68.5
Οὐ δοκεῖ οὖν μοι τὸ πρᾶγμα ἀζήτητον καταλιπεῖν, ἵνα μήτε οἱ ἄνθρωποι ταράττωνται καὶ τοῖς συκοφάνταις χορηγία κακουργίας παρασχεθῇ.
「それゆえ、私にはこの件を未調査のままに放置しておくことはよいとは思われない。人々が動揺させられることも、讒訴者たちに悪事を働く手立てが与えられることもないようにするためである。」
Apologia Prima pro Christianis 68.6
Ἄν οὖν σαφῶς εἰς ταύτην τὴν ἀξίωσιν οἱ ἐπαρχιῶται δύνωνται διϊσχυρίζεσθαι κατὰ τῶν Χριστιανῶν, ὡς καὶ πρὸ βήματος ἀποκρίνεσθαι, ἐπὶ τοῦτο μόνον τραπῶσιν, ἀλλ οὐκ ἀξιώσεσιν οὐδὲ μόναις βοαῖς.
「それゆえ、もし属州の民がこの要求に関して、キリスト教徒たちに対して、法廷の前でも答弁しうるほどに、明確に強く主張することができるのであれば、彼らはこの一点にのみ向かうべきであって、単なる要求や叫び声だけによってではない。」
Apologia Prima pro Christianis 68.7
Πολλῷ γὰρ μᾶλλον προσῆκεν, εἴ τις κατηγορεῖν βούλοιτο, τοῦτό σε διαγινώσκειν. Εἴ τις οὖν κατηγορεῖ καὶ δείκνυσί τι παρὰ τοὺς νόμους πράττοντας, οὕτως διόριζε κατὰ τὴν δύναμιν τοῦ ἁμαρτήματος· ὡς μὰ τὸν Ἡρακλέα, εἴ τις συκοφαντίας χάριν τοῦτο προτείνοι, διαλάμβανε ὑπὲρ τῆς δεινότητος καὶ φρόντιζε ὅπως ἂν ἐκδικήσειας.
「というのも、もし誰かが告発しようと望むならば、お前がそのことを吟味することのほうが、はるかにふさわしいからである。それゆえ、もし誰かが告発し、法に反することを行っている者があることを示すならば、その罪の程度に応じてお前は裁定せよ。だが、ヘラクレスに誓って言うが、もし誰かが讒訴のためにこれを申し立てるならば、その悪辣さに応じて厳しく取り扱い、お前がいかにこれを罰するかに心を配れ」。