ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Prima pro Christianis

Caput LXVII 第LXVII章

Justin Martyr · Apologia Prima pro Christianis · 7 sectiones

Apologia Prima pro Christianis 67.1

1

Ἡμεῖς δὲ μετὰ ταῦτα λοιπὸν ἀεὶ τούτων ἀλλήλους ἀναμιμνήσκομεν· καὶ οἱ ἔχοντες τοῖς λειπομένοις πᾶσιν ἐπικουροῦμεν, καὶ σύνεσμεν ἀλλήλοις ἀεί.

そして我々は、これらのことがあってのち、その後は常にこれらのことを互いに思い起こし合う。持てる者は乏しいすべての者を助け、我々は常に互いに共にある。

Apologia Prima pro Christianis 67.2

2

Ἐπὶ πᾶσί τε οἷς προσφερόμεθα εὐλογοῦμεν τὸν ποιητὴν τῶν πάντων διὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ διὰ πνεύματος τοῦ ἁγίου.

そして我々が献げるすべてのものについて、万物の造り主を、その子イエス・キリストによって、また聖なる霊によってたたえる。

Apologia Prima pro Christianis 67.3

3

Καὶ τῇ τοῦ ἡλίου λεγομένῃ ἡμέρᾳ πάντων κατὰ πόλεις ἢ ἀγροὺς μενόντων ἐπὶ τὸ αὐτὸ συνέλευσις γίνεται, καὶ τὰ ἀπομνημονεύματα τῶν ἀποστόλων ἢ τὰ συγγράμματα τῶν προφητῶν ἀναγινώσκεται, μέχρις ἐγχωρεῖ.

そして「太陽の日」と呼ばれる日には、都市であれ田舎であれ、そこにとどまるすべての者が同じ場所に集会をなし、使徒たちの回想録、あるいは預言者たちの書が、時間の許すかぎり朗読される。

Apologia Prima pro Christianis 67.4

4

Εἶτα παυσαμένου τοῦ ἀναγινώσκοντος ὁ προεστὼς διὰ λόγου τὴν νουθεσίαν καὶ πρόκλησιν τῆς τῶν καλῶν τούτων μιμήσεως ποιεῖται.

それから朗読者が終えると、司式者は言葉によって、これらの善き事柄に倣うようにとの勧めと呼びかけとを行う。

Apologia Prima pro Christianis 67.5

5

Ἔπειτα ἀνιστάμεθα κοινῇ πάντες καὶ εὐχὰς πέμπομεν· καὶ, ὡς προέφημεν, παυσαμένων ἡμῶν τῆς εὐχῆς ἄρτος προσφέρεται καὶ οἶνος καὶ ὕδωρ, καὶ ὁ προεστὼς εὐχὰς ὁμοίως καὶ εὐχαριστίας, ὅση δύναμις αὐτῷ, ἀναπέμπει, καὶ ὁ λαὸς ἐπευφημεῖ λέγων τὸ Ἀμήν, καὶ ἡ διάδοσις καὶ ἡ μετάληψις ἀπὸ τῶν εὐχαριστηθέντων ἑκάστῳ γίνεται, καὶ τοῖς οὐ παροῦσι διὰ τῶν διακόνων πέμπεται.

それから我々は共に皆立ち上がり、祈りを献げる。そして、我々がすでに述べたとおり、祈りを終えると、パンと葡萄酒と水とが献げられ、司式者は同様に祈りと感謝とを、その力の限り献げる。すると民は「アーメン」と唱えて応え、感謝を捧げられたものからの分配と、各人がそれにあずかることとがなされ、居合わせない者たちには執事たちを通して送り届けられる。

Apologia Prima pro Christianis 67.6

6

Οἱ εὐποροῦντες δὲ καὶ βουλόμενοι κατὰ προαίρεσιν ἕκαστος τὴν ἑαυτοῦ ὃ βούλεται δίδωσι, καὶ τὸ συλλεγόμενον παρὰ τῷ προεστῶτι ἀποτίθεται, καὶ αὐτὸς ἐπικουρεῖ ὀρφανοῖς τε καὶ χήραις, καὶ τοῖς διὰ νόσον ἢ δι᾿ ἄλλην αἰτίαν λειπομένοις, καὶ τοῖς ἐν δεσμοῖς οὖσι, καὶ τοῖς παρεπιδήμοις οὖσι ξένοις, καὶ ἁπλῶς πᾶσι τοῖς ἐν χρείᾳ οὖσι κηδεμὼν γίνεται.

富める者たちで望む者は、それぞれ自らの選びに従って、望むものを与え、集められたものは司式者のもとに置かれる。そして司式者自身が、みなしごと寡婦、また病その他の理由で乏しい者たち、獄につながれている者たち、寄留している旅の者たちを助け、要するに困窮しているすべての者の世話をする者となる。

Apologia Prima pro Christianis 67.7

7

Τὴν δὲ τοῦ ἡλίου ἡμέρα κοινῇ πάντες τὴν συνέλευσιν ποιούμεθα, ἐπειδὴ πρώτη ἐστὶν ἡμέρα, ἐν ᾗ ὁ θεὸς τὸ σκότος καὶ τὴν ὕλην τρέψας κόσμον ἐποίησε, καὶ Ἰησοῦς Χριστὸς ὁ ἡμέτερος σωτὴρ τῇ αὐτῇ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη· τῇ γὰρ πρὸ τῆς κρονικῆς ἐσταύρωσαν αὐτόν, καὶ τῇ μετὰ τὴν κρονικήν, ἥτις ἐστὶν ἡλίου ἡμέρα, φανεὶς τοῖς ἀποστόλοις αὐτοῦ καὶ μαθηταῖς ἐδίδαξε ταῦτα, ἅπερ εἰς ἐπίσκεψιν καὶ ὑμῖν ἀνεδώκαμεν.

我々が「太陽の日」に共に皆で集会をなすのは、それが最初の日であり、その日に神は闇と質料とを転じて世界を造られたからであり、また我々の救い主イエス・キリストが同じ日に死者の中から甦られたからである。すなわち、「土星の日」の前日に彼らは彼を十字架につけ、「土星の日」の後の日、すなわち「太陽の日」に、彼はご自身の使徒たちと弟子たちに現れ、これらのことを教えられた。それを我々は諸君にも検討のために提出したのである。