ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Apologia Prima pro Christianis

Caput XLVIII 第XLVIII章

Justin Martyr · Apologia Prima pro Christianis · 6 sectiones

Apologia Prima pro Christianis 48.1

1

Ὅτι δὲ καὶ θεραπεύσειν πάσας νόσους καὶ νεκροὺς ἀνεγερεῖν ὁ ἡμέτερος Χριστὸς προεφητεύθη, ἀκούσατε τῶν λελεγμένων.

我々のキリストが、あらゆる病を癒し、死者たちを甦らせるであろうと預言されたことについて、語られたことを聞くがよい。

Apologia Prima pro Christianis 48.2

2

Ἔστι δὲ ταῦτα· „Τῇ παρουσίᾳ αὐτοῦ ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· τυφλοὶ ἀναβλέψουσι καὶ λεπροὶ καθαρισθήσονται καὶ νεκροὶ ἀναστήσονται καὶ περιπατήσουσιν“.

それは、次のとおりである。「彼の来臨によって、足萎えは鹿のように跳び上がり、口の重い者の舌ははっきりと語るようになるであろう。盲人たちは見えるようになり、らい病人たちは清められ、死者たちは甦り、歩くであろう」。

Apologia Prima pro Christianis 48.3

3

Ὅτι δὲ ταῦτα ἐποίησεν, ἐκ τῶν ἐπὶ Ποντίου Πιλάτου γενομένων ἄκτων μαθεῖν δύνασθε.

彼がこれらのことを行ったことは、ポンティオ・ピラトの下で作られた記録から、諸君は知ることができる。

Apologia Prima pro Christianis 48.4

4

Πῶς τε προμεμήνυται ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἀναιρεθησόμενος ἅμα τοῖς ἐπ᾿ αὐτὸν ἐλπίζουσιν ἀνθρώποις, ἀκούσατε τῶν λεχθέντων διὰ Ἡσαΐου.

また、彼が、彼に望みを置く人々とともに殺されるであろうことが、預言の霊によっていかに予告されているか、イザヤを通して語られたことを聞くがよい。

Apologia Prima pro Christianis 48.5

5

Ἔστι δὲ ταῦτα· „Ἴδε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ· καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ.

それは、次のとおりである。「見よ、正しい者が滅びても、誰も心に留めない。正しい人々が取り去られても、誰も気づかない」。

Apologia Prima pro Christianis 48.6

6

Ἀπὸ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος καὶ ἔσται ἐν εἰρήνῃ· ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου“.

「不正の面前から、正しい者は取り去られ、平安のうちにあるであろう。彼の墓は人々の間から取り去られた」。