Apologia Prima pro Christianis 62.1
Καὶ τὸ λουτρὸν δὴ τοῦτο ἀκούσαντες οἱ δαίμονες διὰ τοῦ προφήτου κεκηρυγμένον ἐνήργησαν καὶ ῥαντίζειν ἑαυτοὺς τοὺς εἰς τὰ ἱερὰ αὐτῶν ἐπιβαίνοντας καὶ προσιέναι αὐτοῖς μέλλοντας, λοιβὰς καὶ κνίσας ἀποτελοῦντας· τέλεον δὲ καὶ λούεσθαι ἐπιόντας πρὶν ἐλθεῖν ἐπὶ τὰ ἱερά, ἔνθα ἵδρυνται, ἐνεργοῦσι.
そして、預言者を通して告げ知らされたこの洗いのことを聞いたダエモーンたちは、自分たちの神殿に踏み入り、そこに近づこうとする者たちに、献酒と犠牲の脂の焼香を行わせつつ、自らに水を振りかけさせるように仕向けた。さらに、彼らが安置されている神殿に来る前に、近づく者たちに完全に身を洗わせるようにも仕向けている。
Apologia Prima pro Christianis 62.2
Καὶ γὰρ τὸ ὑπολύεσθαι ἐπιβαίνοντας τοῖς ἱεροῖς καὶ τοῖς αὐτοῖς τοὺς θρησκεύοντας κελεύεσθαι ὑπὸ τῶν ἱερατευόντων ἐκ τῶν συμβάντων Μωϋσεῖ τῷ εἰρημένῳ προφήτῃ μαθόντες οἱ δαίμονες ἐμιμήσαντο.
というのも、ダエモーンたちは、先に述べた預言者モーセの身に起こったことから学んで、神殿に踏み入る者たちが履物を脱ぐこと、そしてそこで礼拝する者たちが祭司たちによってそれを命じられることを、模倣したのである。
Apologia Prima pro Christianis 62.3
Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ ὅτε Μωϋσῆς ἐκελεύσθη κατελθὼν εἰς Αἴγυπτον ἐξαγαγεῖν τὸν ἐκεῖ λαὸν τῶν Ἰσραηλιτῶν, ποιμαίνοντος αὐτοῦ ἐν τῇ ἀῤῥαβικῇ γῇ πρόβατα τοῦ πρὸς μητρὸς θείου, ἐν ἰδέᾳ πυρὸς ἐκ βάτου προσωμίλησεν αὐτῷ ὁ ἡμέτερος Χριστὸς καὶ εἶπεν· Ὑπόλυσαι τὰ ὑποδήματά σου καὶ προσελθὼν ἄκουσον“.
というのも、モーセがエジプトへ下り、そこにいたイスラエル人の民を導き出すよう命じられたその時、彼がアラビアの地で母方の叔父の羊の群れを飼っていたとき、我々のキリストが火の姿をとって柴の中から彼に語りかけ、こう言われたからである。「お前の履物を脱ぎ、近づいて聞くがよい。」
Apologia Prima pro Christianis 62.4
Ὁ δὲ ὑπολυσάμενος καὶ προσελθὼν ἀκήκοε κατελθεῖν εἰς Αἴγυπτον καὶ ἐξαγαγεῖν τὸν ἐκεῖ λαὸν τῶν Ἰσραηλιτῶν, καὶ δύναμιν ἰσχυρὰν ἔλαβε παρὰ τοῦ λαλήσαντος αὐτῷ ἐν ἰδέᾳ πυρὸς Χριστοῦ, καὶ κατελθὼν ἐξήγαγε τὸν λαὸν ποιήσας μεγάλα καὶ θαυμάσια, ἃ εἰ βούλεσθε μαθεῖν, ἐκ τῶν συγγραμμάτων ἐκείνου ἀκριβῶς μαθήσεσθε.
彼は履物を脱ぎ、近づいて、エジプトへ下りそこにいたイスラエル人の民を導き出すようにという命を聞き、火の姿をとって彼に語られたキリストから強い力を受け取った。そして彼は下って行き、偉大で驚くべきことを行いながら民を導き出したのであるが、それについて諸君が学びたいのであれば、彼自身の書き記したものから正確に学ぶことができるであろう。