ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Prima pro Christianis

Caput XXVI 第XXVI章

Justin Martyr · Apologia Prima pro Christianis · 8 sectiones

Apologia Prima pro Christianis 26.1

1

Τρίτον δ᾿ ὅτι καὶ μετὰ τὴν ἀνέλευσιν τοῦ Χριστοῦ εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ᾿ ὑμῶν, ἀλλὰ καὶ τιμῶν κατηξιώθησαν.

第三に、キリストが天に昇った後にも、ダエモーンたちは、自分は神であると称する人間たちを送り出した、ということである。彼らは諸君によって迫害されなかったばかりか、名誉にまで値するとされたのである。

Apologia Prima pro Christianis 26.2

2

Σίμωνα μέν τινα Σαμαρέα, τὸν ἀπὸ κώμης λεγομένης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις ποιήσας μαγικὰς ἐν τῇ πόλει ὑμῶν βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ᾿ ὑμῶν ὡς θεὸς τετίμηται, ὃς ἀνδριὰς ἀνεγήγερται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· SIMONI DEO SANCTO.

すなわち、ギットンと呼ばれる村出身のある人物、サマリア人シモンである。彼はクラウディウス・カエサルの治世に、働くダエモーンたちの術によって数々の魔術的な力を行い、諸君の都、王都ローマにおいて神と見なされ、諸君によって彫像をもって神として讃えられた。その彫像はテヴェレ川に、二つの橋の間に建てられており、次のようなローマ字の銘を持つ——「SIMONI DEO SANCTO」(聖なる神シモンに)。

Apologia Prima pro Christianis 26.3

3

Καὶ σχεδὸν πάντες μὲν Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνεσιν, ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι· καὶ Ἑλένην τινά, τὴν συμπερινοστήσασαν αὐτῷ κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν, τὴν ὑπ αὐτοῦ ἔννοιαν πρώτην γενομένην λέγουσι.

そして、ほとんどすべてのサマリア人たちが、また他の諸民族の中でもわずかな者たちが、彼を第一の神であると公言して礼拝している。また、その頃彼と共に諸国を巡り歩いた、以前は娼家に身を置いていたあるヘレネという女を、彼らは彼から最初に生じた〈思念〉であると言っている。

Apologia Prima pro Christianis 26.4

4

Μένανδρον δέ τινα, καὶ αὐτὸν Σαμαρέα, τὸν ἀπὸ κώμης Καππαρεταίας, γενόμενον μαθητὴν τοῦ Σίμωνος, ἐνεργηθέντα καὶ αὐτὸν ὑπὸ τῶν δαιμονίων καὶ ἐν Ἀντιοχείᾳ γενόμενον, πολλοὺς ἐξαπατῆσαι διὰ μαγικῆς τέχνης οἴδαμεν, ὃς καὶ τοὺς αὐτῷ ἑπομένους ὡς μηδὲ ἀποθνήσκοιεν ἔπεισε· καὶ νῦν εἰσί τινες ἀπ᾿ ἐκείνου τοῦτο ὁμολογοῦντες.

また、カッパレタイアという村出身の、これもサマリア人であるメナンドロスという者——シモンの弟子となった者で、彼もまた悪霊たちによって働かされ、アンティオキアに至った者——が、魔術によって多くの人々を欺いたことを我々は知っている。彼は、自分に従う者たちに、決して死ぬことがないとまで信じ込ませた。そして今もなお、彼の系譜からこのことを公言している者たちがいる。

Apologia Prima pro Christianis 26.5

5

Μαρκίωνα δέ τινα Ποντικόν, ὃς καὶ νῦν ἔτι ἐστὶ διδάσκων τοὺς πειθομένους, ἄλλον τινὰ νομίζειν μείζονα τοῦ δημιουργοῦ θεόν· ὃς κατὰ πᾶν γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως πολλοὺς πεποίηκε βλασφημίας λέγειν καὶ ἀρνεῖσθαι τὸν ποιητὴν τοῦδε τοῦ παντὸς θεὸν ἄλλον δέ τινα, ὡς ὄντα μείζονα, τὰ μείζονα παρὰ τοῦτον ὁμολογεῖν πεποιηκέναι.

また、ポントス出身のあるマルキオンという者——彼は今なお、自分に説き従う者たちに、造り主なる神よりも偉大な別の神が存在すると考えるよう教えている——は、あらゆる種族の人間たちのうちで、ダエモーンたちの助力によって、多くの者に冒瀆の言葉を語らせ、この万物の造り主である神を否認させ、より偉大であるとされる別の神が、これよりも偉大な業を行ったと告白させるに至らせた。

Apologia Prima pro Christianis 26.6

6

Πάντες οἱ ἀπὸ τούτων ὁρμώμενοι, ὡς ἔφημεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οἱ οὐ κοινωνοῦντες τῶν αὐτῶν δογμάτων ἐν τοῖς φιλοσόφοις τὸ ἐπικατηγορούμενον ὄνομα τῆς φιλοσοφίας κοινὸν ἔχουσιν.

これらの者たちに由来するすべての者たちは、先に述べたように、キリスト教徒と呼ばれている。それは、同じ教説を共にしない哲学者たちが、それでも哲学というかぶせられた名を共通に持つのと同じ仕方である。

Apologia Prima pro Christianis 26.7

7

Εἰ δὲ καὶ τὰ δύσφημα ἐκεῖνα μυθολογούμενα ἔργα πράττουσι, λυχνίας μὲν ἀνατροπὴν καὶ τὰς ἀνέδην μίξεις καὶ ἀνθρωπείων σαρκῶν βοράς, οὐ γινώσκομεν· ἀλλ᾿ ὅτι μὴ διώκονται μηδὲ φονεύονται ὑφ᾿ ὑμῶν, κἂν διὰ τὰ δόγματα, ἐπιστάμεθα.

彼らが、灯を倒すことや、無差別な交わりや、人間の肉を貪り食うといった、あの語り伝えられているおぞましい行いを実際に行っているかどうか、我々は知らない。しかし、たとえ彼らの教説のゆえであっても、彼らが諸君によって迫害されることも殺されることもないということは、我々は知っている。

Apologia Prima pro Christianis 26.8

8

Ἔστι δὲ ἡμῖν καὶ σύνταγμα κατὰ πασῶν τῶν γεγενημένων αἱρέσεων συντεταγμένον, (??) εἰ βούλεσθε ἐντυχεῖν, δώσομεν.

我々のもとには、これまでに生じたすべての異端に対して書かれた論考もある。もし諸君がそれに目を通すことを望むなら、我々はそれを差し出そう。