ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Prima pro Christianis

Caput XV 第XV章

Justin Martyr · Apologia Prima pro Christianis · 15 sectiones

Apologia Prima pro Christianis 15.1

1

Περὶ μὲν οὖν σωφροσύνης τοσοῦτον εἶπεν· ,,Ὅς ἂν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσε τῇ καρδίᾳ παρὰ τῷ θεῷ“.

さて節制について、彼はこれだけのことを語った。「女を見て、これを欲する者は、心のうちにおいてすでに神のもとで姦淫を犯したのである」。

Apologia Prima pro Christianis 15.2

2

Καί· ,,Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτόν· συμφέρει γάρ σοι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ μετὰ τῶν δύο πεμφθῆναι εἰς τὸ αἰώνιον πῦρ“. Καί· ,,Ὃς γαμεῖ ἀπολελυμένην ἀφ᾿ ἑτέρου ἀνδρός, μοιχᾶται“.

また「もしお前の右の目がお前をつまずかせるなら、これを抉り出せ。両目を持ったまま永遠の火に送られるより、片目で天の王国に入るほうがお前にとって益となるからである」。また「他の男から離縁された女を娶る者は、姦淫を犯す」。

Apologia Prima pro Christianis 15.3

3

Καί· ,,Εἰσί τινες οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, εἰσὶ δὲ οἵ ἐγεννήθησαν εὐνοῦχοι, εἰσὶ δὲ οἵ εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· πλήν οὐ πάντες τοῦτο χωροῦσιν“.

また「人々によって宦官にされた者たちがいる。生まれつき宦官である者たちもいる。また天の王国のために自ら宦官となった者たちもいる。しかし、すべての者がこれを受け入れられるわけではない」。

Apologia Prima pro Christianis 15.4

4

Ὥσπερ καὶ οἱ νόμῳ ἀνθρωπίνῳ διγαμίας ποιούμενοι ἁμαρτωλοὶ παρὰ τῷ· ἡμετέρῳ διδασκάλῳ εἰσί, καὶ οἱ προσβλέποντες γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οὐ γὰρ μόνον ὁ μοιχεύων ἔργῳ ἐκβέβληται παρ᾿ αὐτῷ, ἀλλὰ καὶ ὁ μοιχεῦσαι βουλόμενος, ὡς οὐ τῶν ἔργων φανερῶν μόνον τῷ θεῷ ἀλλὰ καὶ τῶν ἐνθυμημάτων.

ちょうど、人間の法に従って二度目の結婚をする者たちが、我々の教師のもとでは罪人であるのと同じく、女を見てこれを欲する者もまた罪人である。行いにおいて姦淫を犯す者だけでなく、姦淫を欲する者もまた、彼のもとでは退けられているからである。神にとっては、明らかな行いだけでなく、心のうちの思いもまた、明らかだからである。

Apologia Prima pro Christianis 15.5

5

Καὶ πολλοί τινες καὶ πολλαὶ ἑξηκοντοῦται καὶ ἑβδομηκοντοῦται, οἵ ἐκ παίδων ἐμαθητεύθησαν τῷ Χριστῷ, ἄφθοροι διαμένουσι· καὶ εὔχομαι κατὰ πᾶν γένος ἀνθρώπων τοιούτους δεῖξαι.

そして、子供の頃からキリストの弟子となった、六十歳、七十歳の多くの男女が、汚されないまま留まっている。そして私は、あらゆる種族の人々の中からこのような者たちを示すことができるよう祈っている。

Apologia Prima pro Christianis 15.6

6

Τί γὰρ καὶ λέγομεν τὸ ἀναρίθμητον πλῆθος τῶν ἐξ ἀκολασίας μεταβαλόντων καὶ ταῦτα μαθόντων; οὐ γὰρ τοὺς δικαίους οὐδὲ τοὺς σώφρονας εἰς μετάνοιαν ἐκάλεσεν ὁ Χριστός, ἀλλὰ τοὺς ἀσεβεῖς καὶ ἀκολάστους καὶ ἀδίκους.

放埒から立ち帰り、これらのことを学んだ数え切れないほどの群衆については、何を語ろうか。キリストが悔い改めへと召したのは、正しい者たちや節制ある者たちではなく、不敬虔な者たち、放埒な者たち、不正な者たちだったからである。

Apologia Prima pro Christianis 15.7

7

Εἶπε δὲ οὕτως· ,,Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν“. Θέλει γὰρ ὁ πατὴρ ὁ οὐράνιος τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἢ τὴν κόλασιν αὐτοῦ.

彼はこう語った。「私が来たのは、正しい者たちを召すためではなく、罪人たちを悔い改めへと召すためである」。天の父は、罪人の処罰よりも、その悔い改めを望んでおられるからである。

Apologia Prima pro Christianis 15.8

8

Περὶ δὲ τοῦ στέργειν ἅπαντας ταῦτα ἐδίδαξεν· ,,Εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τί καινὸν ποιεῖτε; καὶ γὰρ οἱ πόρνοι τοῦτο ποιοῦσιν.

すべての者を愛することについては、彼はこう教えた。「もし汝らを愛する者たちを愛するなら、汝らは何か新しいことをしているであろうか。淫らな者たちでさえこれを行っているではないか。」

Apologia Prima pro Christianis 15.9

9

Ἐγὼ δὲ ὑμῖν λέγω· Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν καὶ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς καὶ εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς“.

「しかし私は汝らに言う。汝らの敵のために祈り、汝らを憎む者たちを愛し、汝らを呪う者たちを祝福し、汝らを侮辱する者たちのために祈れ」。

Apologia Prima pro Christianis 15.10

10

Εἰς δὲ τὸ κοινωνεῖν τοῖς δεομένοις καὶ μηδὲν πρὸς δόξαν ποιεῖν ταῦτα ἔφη· ,,Παντὶ τῷ αἰτοῦντι δίδοτε καὶ τὸν βουλόμενον δανείσασθαι μὴ ἀποστραφῆτε. Εἰ γὰρ δανείζετε παρ᾿ ὧν ἐλπίζετε λαβεῖν, τί καινὸν ποιεῖτε; τοῦτο καὶ οἱ τελῶναι ποιοῦσιν.

また、困窮している者たちに分かち合うことと、何事も見栄のために行わないことについては、こう述べた。「求める者すべてに与えよ。借りたいと望む者を拒むな。もし返してもらえると見込む者たちに貸すなら、汝らは何か新しいことをしているであろうか。徴税人でさえこれを行っているではないか。」

Apologia Prima pro Christianis 15.11

11

Ὑμεῖς δὲ μὴ θησαυρίζητε ἑαυτοῖς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ λῃσταὶ διορύσσουσι· θησαυρίζετε δὲ ἑαυτοῖς ἐν τοῖς οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει.

「汝らは、蛾と虫食いが損ない、盗人が穴を穿つ地上に、自分のために宝を積んではならない。むしろ、蛾も虫食いも損なうことのない天に、自分のために宝を積め。」

Apologia Prima pro Christianis 15.12

12

Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἂν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ; ἢ τί δώσει αὐτῆς ἀντάλλαγμα; θησαυρίζετε οὖν ἐν τοῖς οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει“.

「人は全世界を手に入れても、自分の魂を失うなら、何の益があろうか。あるいは、その代価として何を差し出すというのか。それゆえ、蛾も虫食いも損なうことのない天に宝を積め」。

Apologia Prima pro Christianis 15.13

13

Καί· ,,Γίνεσθε δὲ χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν χρηστός ἐστι καὶ οἰκτίρμων, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ ἁμαρτωλοὺς καὶ δικαίους καὶ πονηρούς. Μὴ μεριμνᾶτε δὲ τί φάγητε ἢ τί ἐνδύσησθε.

また「汝らの父が善良で憐れみ深くあられるように、汝らも善良で憐れみ深い者となれ。彼はその太陽を、罪人にも正しい者にも悪人にも昇らせておられる。何を食べようか、何を着ようかと思い煩うな。」

Apologia Prima pro Christianis 15.14

14

Οὐχ ὑμεῖς τῶν πετεινῶν καὶ τῶν θηρίων διαφέρετε; καὶ ὁ θεὸς τρέφει αὐτά. Μὴ οὖν μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσησθε· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι τούτων χρείαν ἔχετε. Ζητεῖτε δὲ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

「汝らは鳥や獣に勝る者ではないか。それなのに神はこれらを養っておられる。それゆえ、何を食べようか、何を着ようかと思い煩うな。汝らの天の父は、汝らがこれらのものを必要としていることを知っておられるからである。むしろ天の王国を求めよ。そうすれば、これらすべてのものは汝らに加えて与えられるであろう。」

Apologia Prima pro Christianis 15.15

15

Ὅπου γὰρ ὁ θησαυρός ἐστιν, ἐκεῖ καὶ ὁ νοῦς τοῦ ἀνθρώπου“. Καί· ,,Μὴ ποιῆτε ταῦτα πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς“.

「宝のあるところに、人の精神もあるからである」。また「これらのことを、人々に見られるために行ってはならない。さもなければ、天にいます汝らの父のもとで報いを受けることはない」。