ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Prima pro Christianis

Caput XXII 第XXII章

Justin Martyr · Apologia Prima pro Christianis · 5 sectiones

Apologia Prima pro Christianis 22.1

1

Υἱὸς δὲ θεοῦ, ὁ Ιησοῦς λεγόμενος, εἰ καὶ κοινῶς μόνον ἄνθρωπος, διὰ σοφίαν ἄξιος υἱὸς θεοῦ λέγεσθαι· πατέρα γὰρ ἀνδρῶν τε θεῶν τε πάντες συγγραφεῖς τὸν θεὸν καλοῦσιν.

神の子、すなわちイエスと呼ばれる方は、たとえ通常の意味でただの人間であるにすぎないとしても、その知恵のゆえに神の子と呼ばれるに値する。あらゆる著作家たちは神を、人間たちと神々との父と呼んでいるからである。

Apologia Prima pro Christianis 22.2

2

Εἰ δὲ καὶ ἰδίως, παρὰ τὴν κοινὴν γένεσιν, γεγεννῆσθαι αὐτὸν ἐκ θεοῦ λέγομεν λόγον θεοῦ, ὡς προέφημεν, κοινὸν τοῦτο ἔστω ὑμῖν τοῖς τὸν Ἑρμῆν λόγον τὸν παρὰ θεοῦ ἀγγελτικὸν λέγουσιν.

また、もし我々が、通常の出生とは別に、彼が特別な仕方で神から生まれた、神のロゴスであると言うとしても——先に述べた通りであるが——これは、ヘルメスを神のもとから来る告知のロゴスと呼ぶ諸君にとっても共通のことであるはずだ。

Apologia Prima pro Christianis 22.3

3

Εἰ δὲ αἰτιάσαιτό τις ἐσταυρῶσθαι αὐτόν, καὶ τοῦτο κοινὸν τοῖς προκατηριθμημένοις παθοῦσιν υἱοῖς καθ᾿ ὑμᾶς τοῖ Διὸς ὑπάρχει.

もし誰かが、彼が十字架につけられたことを咎めるとしても、これもまた、諸君のもとで受苦したとされる、先に数え上げたゼウスの息子たちと共通のことである。

Apologia Prima pro Christianis 22.4

4

Ἐκείνων τε γὰρ οὐχ ὅμοια τὰ πάθη τοῦ θανάτου ἀλλὰ διάφορα ἱστορεῖται· ὥστε μηδὲ τὸ ἴδιον τοῦ πάθους ἥττονα δοκεῖν εἶναι τοῦτον, ἀλλ᾿, ὡς ὑπεσχόμεθα, προϊόντος τοῦ λόγου καὶ κρείττονα ἀποδείξομεν, μᾶλλον δὲ καὶ ἀποδέδεικται· ὁ γὰρ κρείττων ἐκ τῶν πράξεων φαίνεται.

というのも、彼らの死の受苦は互いに似通っておらず、様々に語り伝えられているからだ。それゆえ、この方の受苦にそれ独自の点があるからといって、劣っているとは思われない。むしろ、我々が約束した通り、論を進めるうちにこの方がより優れていることを示そう。いや、むしろすでに示されている。優れている者は行いによって明らかになるからである。

Apologia Prima pro Christianis 22.5

5

Εἰ δὲ καὶ διὰ παρθένου γεγεννῆσθαι φέρομεν, κοινὸν καὶ τοῦτο πρὸς τὸν Περσέα ἔστω ὑμῖν. Ὧι δὲ λέγομεν χωλοὺς καὶ παραλυτικοὺς καὶ ἐκ γενετῆς πονηροὺς ὑγιεῖς πεποιηκέναι αὐτὸν καὶ νεκροὺς ἀνεγεῖραι, ὅμοια τοῖς ὑπὸ Ἀσκληπιοῦ γεγενῆσθαι λεγομένοις καὶ ταῦτα φάσκειν δόξομεν.

また、もし我々が、彼が処女から生まれたと伝えるとしても、これもまた諸君にとってペルセウスと共通のことであるはずだ。そして、我々が、彼は足の萎えた者、体の麻痺した者、生まれつき病んでいる者たちを健やかにし、死者たちを甦らせたと言うとき、我々はアスクレピオスによってなされたと言われることと同じことを述べていると思われるだろう。