ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Apologia Prima pro Christianis

Caput XXXVIII 第XXXVIII章

Justin Martyr · Apologia Prima pro Christianis · 8 sectiones

Apologia Prima pro Christianis 38.1

1

Ὅταν δὲ ἀπὸ προσώπου τοῦ Χριστοῦ λέγῃ τὸ προφητικὸν πνεῦμα, οὕτως φθέγγεται· „Ἐγὼ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ“.

預言の霊がキリストの人格において語るとき、こう語る。「私は、従わず、逆らう民に向かって、良からぬ道を歩む者たちに向かって、私の両手を広げた」。

Apologia Prima pro Christianis 38.2

2

Καὶ πάλιν· „Τὸν νῶτόν μου τέθεικα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.

そしてまた、「私は自分の背を鞭打ちにゆだね、自分の頬を打たれるままにゆだねた。そして自分の顔を、つばきの恥辱から背けなかった」。

Apologia Prima pro Christianis 38.3

3

Καὶ ὁ κύριος βοηθός μου ἐγένετο· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾿ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με“.

「そして主は私の助け手となった。それゆえ私は辱められることなく、自分の顔を堅い岩のように据えた。そして私は知った、私を正しいとする方が近くにおられるゆえに、私は決して恥じることがないであろうと」。

Apologia Prima pro Christianis 38.4

4

Καὶ πάλιν ὅταν λέγῃ· „Αὐτοὶ ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμόν μου, καὶ ὤρυξάν μου πόδας καὶ χεῖρας.

そしてまた、こう語るとき、「彼らは私の衣に籤を投げ、私の足と手を穿った」。

Apologia Prima pro Christianis 38.5

5

Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα, καὶ ἀνέστην, ὅτι κύριος ἀντελάβετό μου“.

「私は横たわって眠った。そして甦った。主が私を支えてくださったからである」。

Apologia Prima pro Christianis 38.6

6

Καὶ πάλιν ὅταν λέγῃ· „Ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν λέγοντες· Ῥυσάσθω ἑαυτόν“.

そしてまた、こう語るとき、「彼らは唇で語り、頭を振りながら言った、『彼に自分自身を救わせよ』」。

Apologia Prima pro Christianis 38.7

7

Ἅτινα πάντα ὅτι γέγονεν ὑπὸ τῶν Ἰουδαίων τῷ Χριστῷ, μαθεῖν δύνασθε.

これらすべてのことが、ユダヤ人たちによってキリストになされたことを、諸君は学ぶことができる。

Apologia Prima pro Christianis 38.8

8

Σταυρωθέντος γὰρ αὐτοῦ ἐξέστρεφον τὰ χείλη καὶ ἐκίνουν τὰς κεφαλὰς λέγοντες· „Ὁ νεκροὺς ἀνεγείρας ῥυσάσθω ἑαυτόν“.

というのも、この方が十字架につけられたとき、彼らは唇をゆがめ、頭を振りながらこう言ったからである。「死者を甦らせた者に、自分自身を救わせよ」。