ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Apologia Prima pro Christianis

Caput XXXV 第XXXV章

Justin Martyr · Apologia Prima pro Christianis · 11 sectiones

Apologia Prima pro Christianis 35.1

1

Ὡς δὲ καὶ λήσειν ἔμελλε τοὺς ἄλλους ἀνθρώπους γεννηθεὶς ὁ Χριστὸς ἄχρις ἀνδρωθῇ. ὅπερ καὶ γέγονεν, ἀκούσατε τῶν προειρημένων εἰς τοῦτο.

キリストが生まれてから成人に至るまで、他の人々には知られずにいるはずであったこと——実際にそうなったのだが——について、先に語られたことどもを聞くがよい。

Apologia Prima pro Christianis 35.2

2

Ἔστι δὲ ταῦτα· „Παιδίον ἐγεννήθη ἡμῖν, καὶ νεανίσκος ἡμῖν ἀπεδόθη, οὗ ἡ ἀρχ(??) ἐπὶ τῶν ὤμων“· μηνυτικὸν τῆς δυνάμεως τοῦ σταυροῦ, ᾧ προσέθηκε τοὺς ὤμους σταυρωθείς, ὡς πρωϊόντος τοῦ λόγον σαφέστερον δειχθήσεται.

それはこうである。「幼子が我々のために生まれた、若者が我々に与えられた。その支配は肩の上にある」。これは十字架の力を示すものである。十字架につけられた方は、その肩をこれに当てたのであり、このことは、話が進むにつれていっそう明らかに示されるであろう。

Apologia Prima pro Christianis 35.3

3

Καὶ πάλιν ὁ αὐτὸς προφήτης Ἡσαΐας θεοφορούμενος τῷ πνεύματι τῷ προφητικῷ ἔφη· ,Ἐγώ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ.

そしてまた、同じ預言者イザヤは、預言の霊によって神に満たされて、こう語った。「私は、従わず、逆らう民に向かって、良からぬ道を歩む者たちに向かって、私の両手を広げた。」

Apologia Prima pro Christianis 35.4

4

Αἰτοῦσί με νῦν κρίσιν καὶ ἐγγίζειν θεῷ τολμῶσιν“.

「彼らは今、私に裁きを求め、神に近づくことをあえてしようとしている」。

Apologia Prima pro Christianis 35.5

5

Καὶ πάλιν ἐν ἄλλοις λόγοις δι᾿ ἑτέρου προφήτου λέγει· „Αὐιοὶ ὤρυξάν μου πόδας καὶ χεῖρας, καὶ ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμόν μου“.

そしてまた、他の言葉で、別の預言者を通してこう語る。「彼らは私の足と手を穿った、そして私の衣に籤を投げた」。

Apologia Prima pro Christianis 35.6

6

Καὶ ὁ μὲν Δαυῒδ ὁ βασιλεὺς καὶ προφήτης, ὁ εἰπὼν ταῦτα, οὐδὲν τούτων ἔπαθεν· Ἰησοῦς δὲ Χριστὸς ἐξετάθη τὰς χεῖρας, σταυρωθεὶς ὑπὸ τῶν Ἰουδαίων ἀντιλεγόντων αὐτῷ καὶ φασκόντων μὴ εἶναι αὐτὸν Χριστόν· καὶ γάρ, ὡς εἶπεν ὁ προφήτης, διασύροντες αὐτὸν ἐκάθισαν ἐπὶ βήματος καὶ εἶπον· Κρῖνον ἡμῖν.

王であり預言者でもあるダビデ、これを語った当人は、これらのことを何一つ被らなかった。しかしイエス・キリストは、この方をキリストではないと言って逆らったユダヤ人たちによって十字架につけられ、その両手を広げられた。実に、預言者が語ったとおり、彼らはこの方を嘲弄しながら裁きの座に着かせ、「我々のために裁け」と言ったのである。

Apologia Prima pro Christianis 35.7

7

Τὸ δὲ „Ὤρυξάν μου χεῖρας καὶ πόδας‘· ἐξήγησις τῶν ἐν τῷ σταυρῷ παγέντων ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν αὐτοῦ ἥλων ἦν.

「彼らは私の手と足を穿った」とは、十字架の上でこの方の手と足に打ち込まれた釘の解き明かしであった。

Apologia Prima pro Christianis 35.8

8

Καὶ μετὰ τὸ σταυρῶσαι αὐτὸν ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ ἐμερίσαντο ἑαυτοῖς οἱ σταυρώσαντες αὐτόν.

そして、この方を十字架につけたのち、彼らはこの方の衣に籤を投げ、この方を十字架につけた者たちが、それを自分たちの間で分け合ったのである。

Apologia Prima pro Christianis 35.9

9

Καὶ ταῦτα ὅτι γέγονε, δύνασθε μαθεῖν ἐκ τῶν ἐπὶ Ποντίου Πιλάτου γενομένων ἄκτων.

そしてこれらのことが起こったことは、ポンティオ・ピラトのもとで作成された公文書から諸君が学ぶことができる。

Apologia Prima pro Christianis 35.10

10

Καὶ ὅτι ῥητῶς καθεσθησόμενος ἐπὶ πῶλον ὄνου καὶ εἰσελευσόμενος εἰς τὰ Ἱεροσόλυμα προεπεφήτευτο, ἑτέρου προφήτου τοῦ Σοφονίου τας τῆς προφητείας λέξεις ἐροῦμεν.

そして、この方がろばの子に乗ってエルサレムに入るであろうことが、はっきりと預言されていたことについては、他の預言者ゼファニヤの預言の言葉を我々は語ろう。

Apologia Prima pro Christianis 35.11

11

Εἰσὶ δὲ αὗται· „Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου“.

それらの言葉はこうである。「大いに喜べ、シオンの娘よ、告げ知らせよ、エルサレムの娘よ。見よ、お前の王がお前のもとに来る、柔和にして、ろばに、荷を負う獣の子であるろばの子に乗って」。