Martyrium Polycarpi 8.1
Ἐπεὶ δε ποτε κατέπαυσεν τὴν προσευχήν, μνημονεύσας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ, μικρῶν τε καὶ μεγάλων, ἐνδόξων τε καὶ ἀδόξων καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ καθίσαντες αὐτὸν ἤγαγον εἰς τὴν πόλιν, ὄντος σαββάτου μεγάλου.
彼はついに祈りをやめた。それは、かつて自分と関わりを持ったすべての者たち——小さき者も大いなる者も、誉れある者もなき者も——と、全世界にある公同の教会のすべてとを思い起こしてのことであった。出発すべき時刻が来ると、人々は彼を驢馬に乗せて都へと連れて行った。その日は大いなる安息日であった。
Martyrium Polycarpi 8.2
καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρχος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ μεταθέντες αὐτὸν ἐπὶ τὴν καροῦχαν ἔπειθον παρακαθεζόμενοι καὶ λέγοντες: Τί γὰρ κακόν ἐστιν εἰπεῖν: Κύριος καῖσαρ, καὶ ἐπιθῦσαι καὶ τὰ τούτοις ἀκόλουθα καὶ διασώζεσθαι; ὁ δὲ τὰ μὲν πρῶτα οὐκ ἀπεκρίνατο αὐτοῖς, ἐπιμενόντων δὲ αὐτῶν ἔφη: Οὐ μέλλω ποιεῖν, ὃ συμβουλεύετέ μοι.
治安官ヘロデとその父ニケテスが彼を出迎え、彼を車(カルーカ)に移し乗せると、傍らに座って説き勧めて言った。「『カエサルは主なり』と言い、生贄を捧げ、これに類することを行って、救われることの、いったい何が悪いというのか。」彼は最初、彼らに何も答えなかったが、彼らがなお言い募るので、こう言った。「私は、あなたがたが勧めることを行うつもりはない。」
Martyrium Polycarpi 8.3
οἱ δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλεγον αὐτῷ καὶ μετὰ σπουδῆς καθῄρουν αὐτόν, ὡς κατιόντα ἀπὸ τῆς καρούχας ἀποσῦραι τὸ ἀντικνήμιον. καὶ μὴ ἐπιστραφείς, ὡς οὐδὲν πεπονθὼς προθύμως μετὰ σπουδῆς ἐπορεύετο, ἀγόμενος εἰς τὸ στάδιον, θορύβου τηλικούτου ὄντος ἐν τῷ σταδίῳ, ὡς μηδὲ ἀκουσθῆναί τινα δύνασθαι.
彼らは彼を説き伏せることに失敗すると、彼に対して激しい言葉を浴びせ、急いで彼を引きずり下ろした。そのため車から降りるときにすねを擦りむいた。しかし彼は振り向きもせず、何事もなかったかのように、勇んで急ぎ進んで行き、競技場へと連れて行かれた。競技場ではあまりの騒ぎで、誰の声も聞き取れないほどであった。