Martyrium Polycarpi 4.1
1
Εἷς δέ, ὀνόματι Κόϊντος, Φρύξ προσφάτως ἐληλυθὼς ἀπὸ τῆς Φρυγίας, ἰδὼν τὰ θηρία ἐδειλίασεν. οὗτος δὲ ἦν ὁ παραβιασάμενος ἑαυτόν τε καί τινας προσελθεῖν ἑκόντας. τοῦτον ὁ ἀνθύπατος πολλὰ ἐκλιπαρήσας ἔπεισεν ὀμόσαι καὶ ἐπιθῦσαι. διὰ τοῦτο οὖν, ἀδελφοί, οὐκ ἐπαινοῦμεν τοὺς προδιδόντας ἑαυτούς, ἐπειδὴ οὐχ οὕτως διδάσκει τὸ εὐαγγέλιον.
ところで、クイントスという名の一人、フリュギアから最近来たフリュギア人がいたが、彼は猛獣を見て怖じ気づいた。この者こそ、自分自身と幾人かの者たちを無理強いして、進んで名乗り出させた者であった。総督はこの者を、しきりに懇願して、誓わせ、また生贄を捧げさせることに説き伏せた。それゆえ、兄弟たちよ、我々は自ら進んで名乗り出る者たちを称賛しない。福音はそのようには教えていないからである。