Martyrium Polycarpi 19.1
Τοιαῦτα τὰ κατὰ τὸν μακάριον Πολύκαρπον, ὃς σὺν τοῖς ἀπὸ Φιλαδελφίας δωδέκατος ἐν Σμύρνῃ μαρτυρήσας, μόνος ὑπὸ πάντων μᾶλλον μνημονεύεται, ὥστε καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ τόπῳ λαλεῖσθαι: οὐ μόνον διδάσκαλος γενόμενος ἐπίσημος, ἀλλὰ καὶ μάρτυς ἔξοχος, οὗ τὸ μαρτύριον πάντες ἐπιθυμοῦσιν μιμεῖσθαι κατὰ τὸ εὐαγγέλιον Χριστοῦ γενόμενον.
祝されたポリュカルポスについての事柄はこのようなものである。彼はフィラデルフィアから来た者たちと共に、スミュルナにおいて十二番目に殉教した者でありながら、ただ一人、誰よりもいっそう記憶され、異邦人たちの間でもあらゆる場所で語られるほどになった。それは、彼が卓越した教師となっただけでなく、傑出した殉教者ともなったからであり、彼の殉教は、キリストの福音にかなって起こったがゆえに、すべての者がこれに倣うことを望むのである。
Martyrium Polycarpi 19.2
διὰ τῆς ὑπομονῆς καταγωνισάμενος τὸν ἄδικον ἄρχοντα καὶ οὕτως τὸν τῆς ἀφθαρσίας στέφανον ἀπολαβών, σὺν τοῖς ἀποστόλοις καὶ πᾶσιν δικαίοις ἀγαλλιώμενος δοξάζει τὸν θεὸν καὶ πατέρα παντοκράτορα καὶ εὐλογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν σωτῆρα τῶν ψυχῶν ἡμῶν καὶ κυβερνήτην τῶν σωμάτων ἡμῶν καὶ ποιμένα τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας.
耐え忍びによって不正な支配者を打ち負かし、こうして不朽の冠を受け取って、使徒たちとすべての正しき者たちと共に喜び踊りつつ、父にして全能者なる神を崇め、我々の主イエス・キリスト——我々の魂の救い主にして、我々の肉体の舵取りであり、全世界にある公同の教会の牧者——を祝している。