Martyrium Polycarpi 17.1
Ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ πονηρός, ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν τό τε μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ’ ἀρχῆς ἀνεπίληπτον πολιτείαν, ἐστεφανωμένον τε τὸν τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρητον ἀπενηνεγμένον, ἐπετήδευσεν, ὡς μηδὲ τὸ σωμάτιον αὐτοῦ ὑφ̓ ἡμῶν ληφθῆναι, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.
しかし、妬み深く悪意ある邪悪な者、正しき者たちの一族に敵対する者は、彼の殉教の大きさと、初めからの非のうちどころのない生き方を見て、また彼が不朽の冠を戴き、異論の余地なき褒賞を勝ち取ったのを見て、企てを巡らした。それは、我々によって彼の肉体すら取られることのないようにするためであった。多くの者がそうすることを望み、彼の聖なる肉と交わることを望んでいたにもかかわらずである。
Martyrium Polycarpi 17.2
ὑπέβαλεν γοῦν Νικήτην τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν δὲ Ἄλκης, ἐντυχεῖν τῷ ἄρχοντι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα: μή, φησίν, ἀφέντες τὸν ἐσταυρωμένον τοῦτον ἄρξωνται σέβεσθαι. καὶ ταῦτα εἶπον ὑποβαλλόντων καὶ ἐνισχυόντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν, μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν: ἀγνοοῦντες, ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν δυνησόμεθα, τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα ἄμωμον ὑπὲρ ἁμαρτωλῶν, οὔτε ἕτερόν τινα σέβεσθαι.
そこで彼は、ヘロデの父でありアルケの兄弟であるニケテスをそそのかして、彼の肉体を渡さないようにと長官に願い出させた。「さもないと」と彼は言う、「彼らはこの十字架につけられた者を捨てて、この男を拝み始めるだろう。」彼らは、ユダヤ人たちがそそのかし、強く働きかけたことによってこう言った。ユダヤ人たちはまた、我々が火から彼を引き取ろうとしたときも見張っていた。彼らは知らなかったのである——我々は決してキリストを見捨てることなどできず、また他の誰をも拝むことはできない、ということを。キリストは、救われる者たちの全世界の救いのために、罪人のために苦しみを受けられた汚れなき方である。
Martyrium Polycarpi 17.3
τοῦτον μὲν γὰρ υἱὸν ὄντα τοῦ θεοῦ προσκυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον: ὧν γένοιτο καὶ ἡμᾶς κοινωνούς τε καὶ συμμαθητὰς γενέσθαι.
この方を、神の子であるがゆえに我々は拝む。しかし殉教者たちを、主の弟子であり模倣者であるがゆえに、ふさわしく愛する。それは、彼らが自らの王であり教師である方への並ぶものなき厚意によるものである。願わくは、我々もまた彼らの共同者、共に学ぶ弟子となることができるように。