Martyrium Polycarpi 10.1
Ἐπιμένοντος δὲ πάλιν αὐτοῦ καὶ λέγοντος: Ὄμοσον τὴν Καίσαρος τύχην, ἀπεκρίνατο: Εἰ κενοδοξεῖς, ἵνα ὀμόσω τὴν καίσαρος τύχην, ὡς σὺ λέγεις, προσποιεῖ δὲ ἀγνοεῖν με, τίς εἰμι, μετὰ παρρησίας ἄκουε: Χριστιανός εἰμι. εἰ δὲ θέλεις τὸν τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον, δὸς ἡμέραν καὶ ἄκουσον.
彼がなおも重ねて、「カエサルの偶運にかけて誓え」と言うと、彼は答えた。「あなたが言うように、私がカエサルの偶運にかけて誓うだろうと、もし空しく思い込んでいて、私が何者かを知らないふりをしているのなら、率直に聞くがよい。私はキリスト教徒である。もしキリスト教の言葉を学びたいのであれば、日を定めて聞くがよい。」
Martyrium Polycarpi 10.2
ἔφη ὁ ἀνθύπατος: Πεῖσον τὸν δῆμον. ὁ δὲ Πολύκαρπος εἶπεν: Σὲ μὲν κἂν λόγου ἠξίωσα: δεδιδάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ τοῦ θεοῦ τεταγμέναις τιμὴν κατὰ τὸ προσῆκον, τὴν μὴ βλάπτουσαν ἡμᾶς, ἀπονέμειν: ἐκείνους δὲ οὐχ ἡγοῦμαι ἀξίους τοῦ ἀπολογεῖσθαι αὐτοῖς.
総督は言った。「民衆を説得してみよ。」ポリュカルポスは言った。「あなたには、少なくとも一言お答えする値打ちがあると思った。我々は、神によって立てられた支配者たちと権能とに対し、それが我々を害さない限り、しかるべき敬意を払うよう教えられているからである。しかし、あの者たちについては、彼らに弁明するに値するとは思わない。」