Martyrium Polycarpi 15.1
Ἀναπέμψαντος δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν εὐχήν, οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ. μεγάλης δὲ ἐκλαμψάσης φλογός, θαῦμα εἴδομεν, οἷς ἰδεῖν ἐδόθη: οἳ καὶ ἐτηρήθημεν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς τὰ γενόμενα.
彼がアーメンを唱え上げ、祈りを終えると、火を扱う者たちが火を燃え立たせた。大きな炎が輝き上がると、我々は驚くべきことを見た——それを見ることが許された我々は。そして我々は、起こったことを他の人々に告げ知らせるために、生き残らされたのである。
Martyrium Polycarpi 15.2
τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαν, ὥσπερ ὀθόνη πλοίου ὑπὸ πνεύματος πληρουμένη, κύκλῳ περιετείχισεν τὸ σῶμα τοῦ μάρτυρος: καὶ ἦν μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλ’ ὡς ἄρτος ὀπτώμενος ἢ ὡς χρυσὸς καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐωδίας τοσαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοντος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.
火は丸天井のような形をなし、あたかも風をはらんだ船の帆布のように、殉教者の肉体を四方から取り囲んだ。そしてその内にあるものは、焼ける肉のようではなく、焼かれるパンのように、あるいは炉の中で精錬される金や銀のようであった。そして我々は、乳香が香るような、あるいは他の貴重な香料のような、これほどの芳香を感じ取ったのである。