Martyrium Polycarpi 11.1
Ὁ δὲ ἀνθύπατος εἶπεν: Θηρία ἔχω, τούτοις σε παραβαλῶ, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ εἶπεν: Κάλει, ἀμετάθετος γὰρ ἡμῖν ἡ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μετάνοια: καλὸν δὲ μετατίθεσθαι ἀπὸ τῶν χαλεπῶν ἐπὶ τὰ δίκαια.
総督は言った。「私は猛獣を持っている。悔い改めなければ、お前をそれらに投げ与えよう。」彼は言った。「呼ぶがよい。より善いものからより悪いものへの悔い改めなど、我々にはあり得ないからだ。だが、厳しいものから正しいものへと変わることは善いことだ。」
Martyrium Polycarpi 11.2
ὁ δὲ πάλιν πρὸς αὐτόν: Πυρί σε ποιήσω δαπανηθῆναι, εἰ τῶν θηρίων καταφρονεῖς, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ Πολύκαρπος εἶπεν: Πῦρ ἀπειλεῖς τὸ πρὸς ὥραν καιόμενον καὶ μετ’ ὀλίγον σβεννύμενον: ἀγνοεῖς γὰρ τὸ τῆς μελλούσης κρίσεως καὶ αἰωνίου κολάσεως τοῖς ἀσεβέσι τηρούμενον πῦρ. ἀλλὰ τί βραδύνεις; φέρε, ὃ βούλει.
総督はさらに彼に言った。「猛獣を蔑むならば、悔い改めなければ、私はお前を火で焼き尽くさせよう。」ポリュカルポスは言った。「あなたは、一時の間燃えて間もなく消える火をもって脅している。あなたは、来るべき裁きと、不敬虔な者たちのために備えられている永遠の刑罰の火を知らないのだ。だが、なぜためらうのか。あなたの望むものを持って来るがよい。」