作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput IX 第IX章

Anonymous · Epistula Barnabae · 9 sectiones

Epistula Barnabae 9.1

1

Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέτεμεν ἡμῶν τὴν καρδίαν. λέγει κύριος ἐν τῷ προφήτῃ: Εἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου. καὶ πάλιν λέγει: Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν, ἃ ἐποίησα γνώσονται. καί: Περιτμήθητε, λέγει κύριος, τὰς καρδίας ὑμῶν.

彼はまた耳について語り、いかに我々の心を割礼されたかを語る。主は預言者においてこう言われる。『彼らは耳の聞くことによって私に従った』と。また再びこう言われる。『遠くにいる者たちは聞くことによって聞き、私が行ったことを知るであろう』と。そして『汝らの心を割礼せよ、と主は言われる』と。

Epistula Barnabae 9.2

2

καὶ πάλιν λέγει Ἄκουε Ἰσραήλ. ὅτι τάδε λέγει κύριος ὁ θεός σου. καὶ πάλιν τὸ πνεῦμα κυρίου προφητεύει: Τίς ἐστιν ὁ θέλων ζῆσαι εἰς τὸν αἰῶνα; ἀκοῇ ἀκουσάτω τῆς φωνῆς τοῦ παιδός μου.

また再びこう言う。『イスラエルよ、聞け。主なるお前の神はこう言われる』と。そして再び主の霊は預言する。『永遠に生きることを望む者は誰か。彼は私の子の声を、聞くことによって聞くがよい』と。

Epistula Barnabae 9.3

3

καὶ πάλιν λέγει: Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν ταῦτα εἰς μαρτύριον. καὶ πάλιν λέγει: Ἀκούσατε λόγον κυρίου, ἄρχοντες τοῦ λαοῦ τούτου. καὶ πάλιν λέγει: Ἀκούσατε, τέκνα, φωνῆς βοῶντος ἐν τῇ ἐρήμῳ. οὐκοῦν περιέτεμεν ἡμῶν τὰς ἀκοάς, ἵνα ἀκούσαντες λόγον πιστεύσωμεν ἡμεῖς.

また再びこう言う。『天よ、聞け。地よ、耳を傾けよ。主がこれらのことを証しとして語られたからである』と。また再びこう言う。『この民の指導者たちよ、汝ら、主の言葉を聞け』と。また再びこう言う。『子らよ、荒れ野で叫ぶ者の声を汝ら聞け』と。こうして彼は我々の聴くことを割礼された。それは、我々が言葉を聞いて信じるためである。

Epistula Barnabae 9.4

4

ἀλλὰ καὶ ἡ περιτομή, ἐφ̓ ᾗ πεποίθασιν, κατήργηται, περιτομὴν γὰρ εἴρηκεν οὐ σαρκὸς γενηθῆναι: ἀλλὰ παρέβησαν, ὅτι ἄγγελος πονηρὸς ἐσόφιζεν αὐτούς.

しかし、彼らが頼みとしている割礼もまた廃された。彼が語られた割礼とは肉の割礼ではなかったからである。しかし彼らは違反した。悪しき天使が彼らを欺いたからである。

Epistula Barnabae 9.5

5

λέγει πρὸς αὐτούς: Τάδε λέγει κύριος ὁ θεὸς ὑμῶν ʽὧδε εὑρίσκω ἐντολήν̓: Μὴ σπείρητε ἐπ’ ἀκάνθαις, περιτμήθητε τῷ κυρίῳ ὑμῶν. καὶ τί λέγει; Περιτμήθητε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε. λάβε πάλιν: Ἰδού, λέγει κύριος, πάντα τὰ ἔθνη ἀπερίτμητα ἀκροβυστίαν, ὁ δὲ λαὸς οὗτος ἀπερίτμητος καρδίας.

彼は彼らに向かってこう言う。「汝らの神なる主はこう言われる」〔ここに戒めを見出す〕。「茨の上に種を蒔くな。汝らの主に割礼を受けよ」と。では何と言うのか。「汝らの頑なな心に割礼を施せ、汝らのうなじを頑なにするな」と。さらに、お前はこれを受け取れ。「見よ、と主は言われる、すべての異邦の民は無割礼であるが、この民は心において無割礼である」と。

Epistula Barnabae 9.6

6

ἀλλ’ ἐρεῖς: Καὶ μὴν περιτέτμηται ὁ λαὸς εἰς σφραγῖδα. ἀλλὰ καὶ πᾶς Σύρος καὶ Ἄραψ καὶ πάντες οἱ ἱερεῖς τῶν εἰδώλων. ἄρα οὖν κἀκεῖνοι ἐκ τῆς διαθήκης αὐτῶν εἰσίν; ἀλλὰ καὶ οἱ Αἰγύπτιοι ἐν περιτομῇ εἰσίν.

しかし、お前はこう言うだろう。『たしかに民は証印として割礼を受けている』と。だが、すべてのシリア人もアラビア人も、また偶像の祭司たちすべても割礼を受けている。では、彼らもまた彼らの契約のうちにあるのか。しかしエジプト人たちもまた割礼のうちにある。

Epistula Barnabae 9.7

7

μάθετε οὖν, τέκνα ἀγάπης, περὶ πάντων πλουσίως, ὅτι Ἀβραάμ, πρῶτος περιτομὴν δούς, ἐν πνεύματι προβλέψας εἰς τὸν Ἰησοῦν περιέτεμεν, λαβὼν τριῶν γραμμάτων δόγματα.

それゆえ、愛の子らよ、すべてについて豊かに学べ。アブラハムは初めて割礼を与えた者であり、霊においてイエスを予見して割礼を行い、三つの文字の教説を受け取ったのである。

Epistula Barnabae 9.8

8

λέγει γάρ: Καὶ περιέτεμεν Ἀβραὰμ ἐκ τοῦ οἴκου αὐτοῦ ἄνδρας δεκαοκτὼ καὶ τριακοσίους. τίς οὖν ἧ δοθεῖσα αὐτῷ γνῶσις; μάθετε, ὅτι τοὺς δεκαοκτὼ πρώτους, καὶ διάστημα ποιήσας λέγει τριακοσίους. τὸ δεκαοκτὼ ι δέκα, η ὀκτώ: ἔχεις Ἰησοῦν. ὅτι δὲ ὁ σταυρὸς ἐν τῷ ταῦ ἤμελλεν ἔχειν τὴν χάριν, λέγει καὶ τοὺς τριακοσίους. δηλοῖ οὖν τὸν μὲν Ἰησοῦν ἐν τοῖς δυσὶν γράμμασιν, καὶ ἐν τῷ ἑνὶ τὸν σταυρόν.

すなわちこう言われている。『アブラハムは自らの家から十八人と三百人の男を割礼した』と。それでは、彼に与えられた知識とは何か。学べ。彼は初めに十八人を挙げ、間を置いてから三百人と言う。十八のうち、ιは十、ηは八である。そこにお前はイエスを得る。また十字架はタウの文字において恵みを持つはずであったので、彼は三百人とも言うのである。かくして彼は、二つの文字にイエスを、一つの文字に十字架を示すのである。

Epistula Barnabae 9.9

9

οἶδεν ὁ τὴν ἔμφυτον δωρεὰν τῆς διδαχῆς αὐτοῦ θέμενος ἐν ἡμῖν. οὐδεὶς γνησιώτερον ἔμαθεν ἀπ’ ἐμοῦ λόγον: ἀλλὰ οἶδα, ὅτι ἄξιοί ἐστε ὑμεῖς.

彼の教えの、植えつけられた賜物を我々のうちに置かれた方はご存じである。誰も私からより真正な言葉を学んだ者はいない。しかし私は知っている、諸君がふさわしい者であることを。