作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput XI 第XI章

Anonymous · Epistula Barnabae · 11 sectiones

Epistula Barnabae 11.1

1

Ζητήσωμεν δέ, εἰ ἐμέλησεν τῷ κυρίῳ προφανερῶσαι περὶ τοῦ ὕδατος καὶ περὶ τοῦ σταυροῦ. περὶ μὲν τοῦ ὕδατος γέγραπται ἐπὶ τὸν Ἰσραήλ, πῶς τὸ βάπτισμα τὸ φέρον ἄφεσιν ἁμαρτιῶν οὐ μὴ προσδέξονται, ἀλλ’ ἑαυτοῖς οἰκοδομήσουσιν.

では、主が水と十字架について予め明らかにすることを心にかけられたかどうかを、我々は尋ねよう。水については、イスラエルについてこう書かれている。彼らは罪の赦しをもたらす洗礼を決して受け入れず、かえって自分たちのために建てるであろう、と。

Epistula Barnabae 11.2

2

λέγει γὰρ ὁ προφήτης: Ἔκστηθι οὐρανέ, καὶ ἐπὶ τούτῳ πλεῖον φριξάτω ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος: ἐμὲ ἐγκατέλιπον, πηγὴν ζωῆς, καὶ ἑαυτοῖς ὤρυξαν βόθρον θανάτου.

預言者はこう言う。『天よ、驚け。地よ、このことのゆえになお震え上がれ。この民は二つの悪しきことを行った。命の泉である私を捨て去り、自分たちのために死の穴を掘った』と。

Epistula Barnabae 11.3

3

Μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος τὸ ἅγιόν μου Σινᾶ; ἔσεσθε γὰρ ὡς πετεινοῦ νοσσοὶ ἀνιπτάμενοι νοσσιᾶς ἀφῃρημένοι.

「私の聖なる山シナイは、荒れ果てた岩であろうか。汝らは巣を奪われて飛び去る鳥の雛のようになるであろう」と。

Epistula Barnabae 11.4

4

καὶ πάλιν λέγει ὁ προφήτης: Ἐγὼ πορεύσομαι ἔμπροσθέν σου καὶ ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους, ἵνα γνῶσιν ὅτι ἐγὼ κύριος ὁ θεός.

また預言者はこう言う。『私はお前の前を行き、山々を平らにし、青銅の門を打ち砕き、鉄の閂を打ち折り、お前に暗く、隠された、見えない宝を与えるであろう。彼らが、私が主なる神であることを知るためである』と。

Epistula Barnabae 11.5

5

καί: Κατοικήσεις ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. καί: τὸ ὕδωρ αὐτοῦ πιστόν: βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου

また、「お前は堅固な岩の高き洞窟に住むであろう」と。また、「その水は確かである。汝らは栄光を帯びた王を見るであろう。そして汝らの魂は主への畏れを思い巡らすであろう」と。

Epistula Barnabae 11.6

6

καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ λέγει: Καὶ ἔσται ὁ ταῦτα ποιῶν ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.

また、別の預言者においてこう言う。『これらのことを行う者は、水の流れのほとりに植えられた木のようになるであろう。それはその時にその実を結び、その葉は枯れ落ちず、その行うことはすべて栄えるであろう』と。

Epistula Barnabae 11.7

7

οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

「不敬虔な者たちはそのようではなく、そのようではなく、むしろ風が地の面から吹き払う籾殻のようである。それゆえ、不敬虔な者たちは裁きにおいて立つことなく、罪人は正しい者たちの集いのうちに立つこともない。主は正しい者たちの道を知っておられ、不敬虔な者たちの道は滅びるからである」と。

Epistula Barnabae 11.8

8

αἰσθάνεσθε, πῶς τὸ ὕδωρ καὶ τὸν σταυρὸν ἐπὶ τὸ αὐτὸ ὥρισεν. τοῦτο γὰρ λέγει: μακάριοι, οἲ ἐπὶ τὸν σταυρὸν ἐλπίσαντες κατέβησαν εἰς τὸ ὕδωρ, ὅτι τὸν μὲν μισθὸν λέγει ἐν καιρῷ αὐτοῦ: τότε, φησίν, ἀποδώσω. νῦν δὲ ὅ λέγει: τὰ φύλλα οὐκ ἀπορυήσεται, τοῦτο λέγει: ὅτι πᾶν ῥῆμα, ὃ ἐὰν ἐξελεύσεται ἐξ ὑμῶν διὰ τοῦ στόματος ὑμῶν ἐν πίστει καὶ ἀγάπῃ, ἔσται εἰς ἐπιστροφὴν καὶ ἐλπίδα πολλοῖς.

諸君、悟れ、水と十字架とを主がいかに同じものとして定められたかを。すなわちこう言われている。『幸いなるかな、十字架に望みを置いて水へと降りて行った者たち』と。彼は報いについて、その時に、と言っている。『その時に、私は報いよう』と彼は言う。しかし今、『その葉は枯れ落ちない』と言っているのは、こういうことを言っている。すなわち、信仰と愛のうちに諸君の口から出るすべての言葉は、多くの人々にとって立ち返りと希望とになるであろう、ということである。

Epistula Barnabae 11.9

9

καὶ πάλιν ἕτερος προφήτης λέγει. Καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν. τοῦτο λέγει: τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζει.

また別の預言者はこう言う。「ヤコブの地は全地にまさって褒め称えられていた」と。これは、彼が自らの霊の器を讃えるということを言っている。

Epistula Barnabae 11.10

10

εἶτα τί λέγει; Καὶ ἦν ποταμὸς ἕλκων ἐκ δεξιῶν, καὶ ἀνέβαινεν ἐξ αὐτοῦ δένδρα ὡραῖα: καὶ ὃς ἂν φάγῃ ἐξ αὐτῶν, ζήσεται εἰς τὸν αἰῶνα.

それでは、次に何と言うか。「そして右手から水を引く川があり、そこから美しい木々が生え上がった。それらから食べる者は誰でも、永遠に生きるであろう」と。

Epistula Barnabae 11.11

11

τοῦτο λέγει ὅτι ἡμεῖς μὲν καταβαίνομεν εἰς τὸ ὕδωρ γέμοντες ἁμαρτιῶν καὶ ῥύπου, καὶ ἀναβαίνομεν καρποφοροῦντες ἐν τῇ καρδίᾳ τὸν φόβον καὶ τὴν ἐλπίδα εἰς τὸν Ἰησοῦν ἐν τῷ πνεύματι ἔχοντες. Καὶ ὃς ἂν φάγῃ ἀπὸ τούτων, ζήσεται εἰς τὸν αἰῶνα, τοῦτο λέγει: ὃς ἄν, φησίν, ἀκούσῃ τούτων λαλουμένων καὶ πιστεύσῃ, ζήσεται εἰς τὸν αἰῶνα.

これは次のことを言っている。すなわち、我々は罪と汚れとに満ちて水へと降り、心のうちに畏れを実らせ、霊においてイエスへの希望を持ちつつ、上って来るのである。「それらから食べる者は誰でも、永遠に生きるであろう」とは、こういうことを言っている。「これらのことが語られるのを聞いて信じる者は誰でも、永遠に生きるであろう」と彼は言う。