Epistula Barnabae 5.1
Εἰς τοῦτο γὰρ ὑπέμεινεν ὁ κύριος παραδοῦναι τὴν σάρκα εἰς καταφθοράν, ἵνα τῇ ἀφέσει τῶν ἁμαρτιῶν ἁγνισθῶμεν, ὅ ἐστιν ἐν τῷ αἵματι τοῦ ῥαντίσματος αὐτοῦ.
主はこのために、自らの肉を腐敗へ引き渡すことを耐え忍ばれた。我々が罪の赦しによって清められるためである。これは彼の血の振り撒きによるものである。
Epistula Barnabae 5.2
γέγραπται γὰρ περὶ αὐτοῦ ἅ μὲν πρὸς τὸν Ἰσραήλ, ἃ δὲ πρὸς ἡμᾶς, λέγει δὲ οὕτως: Ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν: τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν: ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν.
彼について書かれていることの一部はイスラエルに向けられ、一部は我々に向けられている。そしてこう言われる。彼は我々の不法のために傷つけられ、我々の罪のために弱くされた。彼の打ち傷によって我々は癒やされた。彼は屠り場に引かれる羊のように、また自らを刈る者の前で声を立てない子羊のように連れて行かれた。
Epistula Barnabae 5.3
οὐκοῦν ὑπερευχαριστεῖν ὀφείλομεν τῷ κυρίῳ, ὅτι καὶ τὰ παρεληλυθότα ἡμῖν ἐγνώρισεν καὶ ἐν τοῖς ἐνεστῶσιν ἡμᾶς ἐσόφισεν. καὶ εἰς τὰ μέλλοντα οὐκ ἐσμὲν ἀσύνετοι.
それゆえ我々は、主に対してこの上なく感謝を捧げねばならない。彼が過ぎ去ったことどもを我々に知らしめ、現にあることどもにおいて我々を知恵ある者とされたからである。そして来たるべきことどもについても、我々は理解を欠く者ではない。
Epistula Barnabae 5.4
λέγει δὲ ἡ γραφή: Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. τοῦτο λέγει, ὅτι δικαίως ἀπολεῖται ἄνθρωπος, ὃς ἔχων ὁδοῦ δικαιοσύνης γνῶσιν ἑαυτὸν εἰς ὁδὸν σκότους ἀποσυνέχει.
聖書はこう言う。翼あるものどもに対して、網が不当に張られることはない。これが言うのは、正義の道の知識を持ちながら、自らを闇の道へと引き込む人間は、正当に滅びるであろうということである。
Epistula Barnabae 5.5
ἔτι δὲ καὶ τοῦτο, ἀδελφοί μου: εἰ ὁ κύριος ὑπέμεινεν παθεῖν περὶ τῆς ψυχῆς ἡμῶν, ὢν παντὸς τοῦ κόσμου κύριος ᾧ εἶπεν ὁ θεὸς ἀπὸ καταβολῆς κόσμου: Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμετέραν: πῶς οὖν ὑπέμεινεν ὑπὸ χειρὸς ἀνθρώπων παθεῖν;
さらにまた、我が兄弟たちよ、次のことも思え。もし主が、全世界の主でありながら、我々の魂のために苦しみを受けることを耐え忍ばれたとすれば——世界の基が置かれたときより、神が彼に向かって、我々の像に似せ、我々の類似にしたがって人を造ろう、と言われたその方が——それならば、いかにして彼は人間の手によって苦しみを受けることを耐え忍ばれたのであろうか。
Epistula Barnabae 5.6
μάθετε. οἱ προφῆται, ἀπ’ αὐτοῦ ἔχοντες τὴν χάριν, εἰς αὐτὸν ἐπροφήτευσαν: αὐτὸς δέ, ἵνα καταργήσῃ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν δείξῃ, ὅτι ὲν σαρκὶ ἕδει αὐτὸν φανερωθῆναι, ὑπέμεινεν,
学べ。預言者たちは、彼から恵みを受けて、彼について預言した。そして彼自身は、死を廃し、死者たちからの復活を示すために——彼は肉において現れねばならなかったのであるから——耐え忍ばれたのである。
Epistula Barnabae 5.7
ἵνα τοῖς πατράσιν τὴν ἐπαγγελίαν ἀποδῷ, καὶ αὐτὸς ἑαυτῷ τὸν λαὸν τὸν καινὸν ἑτοιμάζων ἐπιδείξῃ ἐπὶ τῆς γῆς ὤν, ὅτι τὴν ἀνάστασιν αὐτὸς ποιήσας κρινεῖ.
父祖たちに約束を果たすため、また自ら新しき民を己のために整えつつ、地上にあるあいだに、復活を自らなしたる後に裁くのは彼自身であることを示すためである。
Epistula Barnabae 5.8
πέρας γέ τοι διδάσκων τὸν Ἰσραὴλ καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ποιῶν ἐκήρυσσεν, καὶ ὑπερηγάπησεν αὐτόν.
ついには、イスラエルを教え、かくも多くの不思議な業と徴とを行いつつ宣べ伝え、これをこの上なく愛された。
Epistula Barnabae 5.9
ὅτε δὲ τοὺς ἰδίους ἀποστόλους τοὺς μέλλοντας κηρύσσειν τὸ εὐαγγέλιον αὐτοῦ ἐξελέξατο, ὄντας ὑπὲρ πᾶσαν ἁμαρτίαν ἀνομωτέρους, ἵνα δείξῃ, ὅτι οὐκ ἦλθεν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, τότε ἐφανέρωσεν ἑαυτὸν εἶναι υἱὸν θεοῦ.
だが、自らの福音を宣べ伝えることになる自らの使徒たちを選ばれたとき——あらゆる罪にもまして不法なる者たちであったが——それは、彼が正しい者どもを召すために来たのではなく、罪人どもを召すために来たのであることを示すためであった。その時、彼は自らが神の子であることを明らかにされた。
Epistula Barnabae 5.10
εἰ γὰρ μὴ ἦλθεν ἐν σαρκί, οὐδ’ ἄν πως οἱ ἄνθρωποι ἐσώθησαν βλέποντες αὐτόν, ὅτε τὸν μέλλοντα μὴ εἶναι ἥλιον, ἔργου τῶν χειρῶν αὐτοῦ ὑπάρχοντα, ἐμβλέποντες οὐκ ἰσχύουσιν εἰς τὰς ἀκτῖνας αὐτοῦ ἀντοφθαλμῆσαι:
もし彼が肉において来られなかったならば、人間たちは彼を見ても、決して救われることはなかったであろう。人間たちは、やがて消え去るはずの太陽——彼の手の業であるもの——を見つめてすら、その光線に目を向け合わせることができないのだから。
Epistula Barnabae 5.11
οὐκοῦν ὁ υἱὸς τοῦ θεοῦ εἰς τοῦτο ἐν σαρκὶ ἦλθεν, ἵνα τὸ τέλειον τῶν ἁμαρτιῶν ἀνακεφαλαιώσῃ τοῖς διώξασιν ἐν θανάτῳ τοὺς προφήτας αὐτοῦ.
それゆえ神の子は、この事のために肉において来られた。自らの預言者たちを死をもって迫害した者どもに対し、その罪の完成を総括するためである。
Epistula Barnabae 5.12
οὐκοῦν εἰς τοῦτο ὑπέμεινεν. λέγει γὰρ ὁ θεὸς τὴν πληγὴν τῆς σαρκὸς αὐτοῦ ὅτι ἐξ αὐτῶν: Ὅταν πατάξωσιν τὸν ποιμένα ἑαυτῶν, τότε ἀπολεῖται τὰ πρόβατα τῆς ποίμνης.
それゆえ彼はこの事のために耐え忍ばれた。神は、彼の肉の傷が彼ら自身から出たものであると言われるからである。すなわち、彼らが自らの牧者を打つとき、その時、群れの羊は滅びるであろう、と。
Epistula Barnabae 5.13
αὐτὸς δὲ ἠθέλησεν οὕτω παθεῖν: ἔδει γάρ, ἵνα ἐπὶ ξύλου πάθῃ. λέγει γὰρ ὁ προφητεύων ἐπ’ αὐτῷ. Φεῖσαί μου τῆς ψυχῆς ἀπὸ ῥομφαίας, καί: Καθήλωσόν μου τὰς σάρκας, ὅτι πονηρευομένων συναγωγαὶ ἐπανέστησάν νέστησάν μοι.
だが彼自身は、このように苦しみを受けることを望まれた。木の上で苦しみを受ける必要があったからである。彼について預言する者はこう言う。わたしの魂を剣から免れさせたまえ、また、わたしの肉を釘づけにしたまえ、悪をなす者どもの集会がわたしに逆らって立ち上がったからである、と。
Epistula Barnabae 5.14
καὶ πάλιν λέγει: Ἰδού, τέθεικά μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας εἰς ῥαπίσματα. τὸ δὲ πρόσωπόν μου ἔθηκα ὡς στερεὰν πέτραν.
そして再びこう言う。見よ、わたしは自らの背を鞭のために差し出し、頬を打たれるために差し出した。わたしは自らの顔を、堅い岩のように据えた。