作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput XIV 第XIV章

Anonymous · Epistula Barnabae · 9 sectiones

Epistula Barnabae 14.1

1

Ναί. ἀλλὰ ἴδωμεν, εἰ ἡ διαθήκη, ἣν ὤμοσεν τοῖς πατράσιν δοῦναι τῷ λαῷ, εἰ δέδωκεν. δέδωκεν: αὐτοὶ δὲ οὐκ ἐγένοντο ἄξιοι λαβεῖν διὰ τὰς ἁμαρτίας αὐτῶν.

そうだ。しかし、父祖たちに、民に与えると誓った契約を、彼が与えたのかどうか、見よう。与えた。しかし彼らは、自分たちの罪のゆえに、それを受けるにふさわしい者とはならなかった。

Epistula Barnabae 14.2

2

λέγει γὰρ ὁ προφήτης: Καὶ ἦν Μωϋσῆς νηστεύων ἐν ὄρει Σινᾶ, τοῦ λαβεῖν τὴν διαθήκην κυρίου πρὸς τὸν λαόν, ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα. καὶ ἔλαβεν Μωϋσῆς παρὰ κυρίου τὰς δύο πλάκας τὰς γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς κυρίου ἐν πνεύματι: καὶ λαβὼν Μωϋσῆς κατέφερεν πρὸς τὸν λαὸν δοῦναι.

預言者はこう言うからである。「モーセは、民のために主の契約を受け取るべく、シナイ山で四十日四十夜、断食していた。そしてモーセは主から、主の手の指によって霊のうちに書かれた二枚の板を受け取った。モーセはそれを受け取ると、民に与えるために持って下った。」

Epistula Barnabae 14.3

3

καὶ εἶπεν κύριος πρὸς Μωϋσῆν. Μωϋσῆ Μωϋσῆ, κατάβηθι τὸ τάχος, ὅτι ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. ἠνόμησεν. καὶ συνῆκεν Μωϋσῆς, ὅτι ἐποίησαν ἑαυτοῖς πάλιν χωνεύματα, καὶ ἔρριψεν ἐκ τῶν χειρῶν, καὶ συνετρίβησαν αἱ πλάκες τῆς διαθήκης κυρίου.

すると主はモーセに言われた。「モーセよ、モーセよ、急いで下れ。お前がエジプトの地から導き出したお前の民は、不法を行った。」モーセは、彼らが再び自分たちのために鋳造の像を造ったことを悟り、両手からそれを投げ捨てた。そして主の契約の板は砕けた。

Epistula Barnabae 14.4

4

Μωϋσῆς μὲν ἔλαβεν, αὐτοὶ δὲ οὐκ ἐγένοντο ἄξιοι. πῶς δὲ ἡμεῖς ἐλάβομεν, μάθετε. Μωϋσῆς θεράπων ὢν ἔλαβεν, αὐτὸς δὲ κύριος ἡμῖν ἔδωκεν εἰς λαὸν κληρονομίας, δἰ ἡμᾶς ὑπομείνας.

モーセは受け取ったが、彼らはふさわしい者とはならなかった。では、我々がどのように受け取ったのかを、学べ。モーセは従者として受け取ったが、主ご自身が、我々のために耐え忍びつつ、相続の民となるべく我々にお与えになった。

Epistula Barnabae 14.5

5

ἐφανερώθη δέ. ἵνα κἀκεῖνοι τελειωθῶσιν τοῖς ἁμαρτήμασιν, καὶ ἡμεῖς διὰ τοῦ κληρονομοῦντος διαθήκην κυρίου Ἰησοῦ λάβωμεν, ὃς εἰς τοῦτο ἡτοιμάσθη, ἵνα αὐτὸς φανείς, τὰς ἤδη δεδαπανημένας ἡμῶν καρδίας τῷ θανάτῳ καὶ παραδεδομένας τῇ τῆς πλάνης ἀνομίᾳ λυτρωσάμενος ἐκ τοῦ σκότους, διάθηται ἐν ἡμῖν διαθήκην λόγῳ.

しかし、彼は現された。彼らもまた自らの罪において極まり、我々は、契約を受け継ぐ方である主イエスを通して受け取るためである。この方はそのために備えられた。すなわち、自ら現れて、既に死に費やされ迷いの不法に引き渡されていた我々の心を、闇から贖い出し、言葉によって我々のうちに契約を立てるためである。

Epistula Barnabae 14.6

6

γέγραπται γάρ, πῶς αὐτῷ ὁ πατὴρ ἐντέλλεται, λυτρωσάμενον ἡμᾶς ἐκ τοῦ σκότους ἑτοιμάσαι ἑαυτῷ λαὸν ἅγιον.

父が彼にどのように命じておられるか、書かれているからである。すなわち、我々を闇から贖い出して、自らのために聖なる民を備えるようにと。

Epistula Barnabae 14.7

7

λέγει οὖν ὁ προφήτης: Ἐγὼ κύριος, ὁ θεός σου, ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. γινώσκομεν οὖν, πόθεν ἐλυτρώθημεν.

それで預言者はこう言う。「私は主、お前の神。私はお前を正義のうちに召し、お前の手を握り、お前を強め、お前を民族の契約として、諸国民の光として与えた。盲人の目を開き、縛られた者たちを鎖から連れ出し、獄の家にあって闇に座す者たちを連れ出すために。」我々はそれゆえ、我々がどこから贖い出されたのかを知っている。

Epistula Barnabae 14.8

8

πάλιν ὁ προφήτης λέγει: Ἰδού, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς, οὕτως λέγει κύριος ὁ λυτρωσάμενός σε θεός.

また預言者はこう言う。「見よ、私はお前を諸国民の光として立てた。お前が地の果てに至るまで救いとなるために。お前を贖い出した神である主は、このように言われる。」

Epistula Barnabae 14.9

9

καὶ πάλιν ὁ προφήτης λέγει: Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὖ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι ταπεινοῖς χάριν, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας.

そしてまた預言者はこう言う。「主の霊が私の上にある。それゆえ、主は私に油を注ぎ、卑しい者たちに恵みを福音として告げ知らせるようにし、心砕かれた者たちを癒し、捕らわれ人たちに赦しを、盲人たちに視力の回復を告げ知らせ、主に受け入れられる年と応報の日を呼びかけ、悲しむ者たちすべてを慰めるために、私を遣わされた。」