Epistula Barnabae 16.1
Ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐρῶ ὑμῖν, ὡς πλανώμενοι οἱ ταλαίπωροι εἰς τὴν οἰκοδομὴν ἤλπισαν, καὶ οὐκ ἐπὶ τὸν θεὸν αὐτῶν τὸν ποιήσαντα αὐτούς, ὡς ὄντα οἶκον θεοῦ.
さらに、神殿についても諸君に語ろう。哀れな者たちは迷い、建物に望みを置いた。彼らを造られた彼らの神にではなく、それが神の家であるかのように。
Epistula Barnabae 16.2
σχεδὸν γὰρ ὡς τὰ ἔθνη ἀφιέρωσαν αὐτὸν ἐν τῷ ναῷ. ἀλλὰ πῶς λέγει κύριος καταργῶν αὐτόν, μάθετε: Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ ἢ τὴν γῆν δρακί; οὐκ ἐγώ; λέγει κύριος: Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου: ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐγνώκατε, ὅτι ματαία ἡ ἐλπὶς αὐτῶν.
彼らは、ほとんど異邦人たちと同じように、神殿のうちに神を奉じたからである。しかし主がそれを廃止しつつ、どのように言われているか、学べ。「誰が天を手の幅で量り、地を一握りで量ったか。私ではないか、と主は言う。天は私の王座、地は私の足の台である。汝らは私にどのような家を建てるのか、それとも私の憩いの場所はどこか。」諸君は、彼らの望みが空しいことを知った。
Epistula Barnabae 16.3
πέρας γέ τοι πάλιν λέγει: Ἰδού, οἱ καθελόντες τὸν ναὸν τοῦτον αὐτοὶ αὐτὸν οἰκοδομήσουσιν.
そしてまた、こう言う。「見よ、この神殿を打ち壊した者たちが、自らそれを建てるであろう。」
Epistula Barnabae 16.4
γίνεται, διὰ γὰρ τὸ πολεμεῖν αὐτοὺς καθῃρέθη ὑπὸ τῶν ἐχθρῶν: νῦν καὶ αὐτοὶ οἱ τῶν ἐχθρῶν ὑπηρέται ἀνοικοδομήσουσιν αὐτόν.
そのとおりになる。彼らが戦ったために、それは敵によって打ち壊されたからである。今や敵の下僕たち自身が、それを建て直すであろう。
Epistula Barnabae 16.5
πάλιν ὡς ἔμελλεν ἡ πόλις καὶ ὁ ναὸς καὶ ὁ λαὸς Ἰσραὴλ παραδίδοσθαι, ἐφανερώθη. λέγει γὰρ ἡ γραφή: Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, καὶ παραδώσει κύριος τὰ πρόβατα τῆς νομῆς καὶ τὴν μάνδραν καὶ τὸν πύργον αὐτῶν εἰς καταφθοράν. καὶ ἐγένετο καθ̓ ἃ ἐλάλησεν κύριος.
また、都と神殿とイスラエルの民が引き渡されようとしていたことも、明らかにされた。聖書はこう言うからである。「終わりの日には、主は牧場の羊と、その囲いと、その塔とを、腐敗に引き渡すであろう。」そして、主が語られたとおりになった。
Epistula Barnabae 16.6
ζητήσωμεν δέ, εἰ ἔστιν ναὸς θεοῦ. ἔστιν, ὅπου αὐτὸς λέγει ποιεῖν καὶ καταρτίζειν. γέγραπται γάρ: Καὶ ἔσται, τῆς ἑβδομάδος συντελουμένης οἰκοδομηθήσεται ναὸς θεοῦ ἐνδόξως ἐπὶ τῷ ὀνόματι κυρίου.
さて、神の神殿があるのかどうか、尋ねてみよう。ある。彼自身が造り、整えると言っているところに。こう書かれているからである。「そして、週が満ちるとき、神の神殿は主の名によって栄光のうちに建てられるであろう。」
Epistula Barnabae 16.7
εὑρίσκω οὖν, ὅτι ἔστιν ναός. πῶς οὖν οἰκοδομηθήσεται ἐπὶ τῷ ὀνόματι κυρίου, μάθετε. πρὸ τοῦ ἡμᾶς πιστεῦσαι τῷ θεῷ ἦν ἡμῶν τὸ κατοικητήριον τῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ὡς ἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρός, ὅτι ἦν πλήρης μὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμονίων διὰ τὸ ποιεῖν, ὅσα ἦν ἐναντία τῷ θεῷ,
そこで私は、神殿があることを見出す。それでは、それがどのように主の名によって建てられるのか、学べ。我々が神を信じる前には、我々の心という住まいは朽ちるもの、弱いものであった。それはまことに、手によって建てられた神殿のようであった。偶像礼拝に満ち、悪霊どもの家であったからである、神に反することを行っていたがゆえに。
Epistula Barnabae 16.8
Οἰκοδομηθήσεται δὲ ἐπὶ τῷ ὀνόματι κυρίου. προσέχετε δέ, ἵνα ὁ ναὸς τοῦ κυρίου ἐνδόξως οἰκοδομηθῇ. πῶς, μάθετε. λαβόντες τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ ἐλπίσαντες ἐπὶ τὸ ὄνομα ἐγενόμεθα καινοί, πάλιν ἐξ ἀρχῆς κτιζόμενοι: διὸ ἐν τῷ κατοικητηρίῳ ἡμῶν ἀληθῶς ὁ θεὸς κατοικεῖ ἐν ἡμῖν.
しかし、それは主の名によって建てられるであろう。主の神殿が栄光のうちに建てられるように、心せよ。どのようにか、学べ。罪の赦しを受け、御名に望みを置いて、我々は新しくされた。再び初めから造られる者となって。それゆえ、我々の住まいのうちに、神はまことに我々のうちに住んでおられる。
Epistula Barnabae 16.9
πῶς; ὁ λόγος αὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας, ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆς διδαχῆς, αὐτὸς ἐν ἡμῖν προφητεύων, αὐτὸς ἐν ἡμῖν κατοικῶν, τοὺς τῷ θανάτῳ δεδουλωμένους ἀνοίγων ἡμῖν τὴν θύραν τοῦ ναοῦ, ὅ ἐστιν στόμα, μετάνοιαν διδοὺς ἡμῖν, εἰσάγει εἰς τὸν ἄφθαρτον ναόν.
どのようにか。彼の信仰の言葉、彼の約束の召し、定めの知恵、教えの戒め、彼自身が我々のうちで預言し、彼自身が我々のうちに住み、死に隷属させられていた我々に神殿の門を開き——それは口である——我々に悔い改めを与えて、朽ちない神殿へと導き入れる。
Epistula Barnabae 16.10
ὁ γὰρ ποθῶν σωθῆναι βλέπει οὐκ εἰς τὸν ἄνθρωπον, ἀλλ’ εἰς τὸν ἐν αὐτῷ κατοικοῦντα καὶ λαλοῦντα, ἐπ’ αὐτῷ ἐκπλησσόμενος, ἐπὶ τῷ μηδέποτε μήτε τοῦ λέγοντος τὰ ῥήματα ἀκηκοέναι ἐκ τοῦ στόματος μήτε αὐτός ποτε ἐπιτεθυμηκέναι ἀκούειν. τοῦτό ἐστιν πνευματικὸς ναὸς οἰκοδομούμενος τῷ κυρίῳ.
救われることを望む者は、人間を見つめるのではなく、自らのうちに住み、語る方を見つめる。その方に驚嘆する——語る者の口からその言葉を一度も聞いたことがなく、自らも聞きたいと望んだことすらなかったのに、と。これが、主のために建てられる霊的な神殿である。