作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput XIX 第XIX章

Anonymous · Epistula Barnabae · 12 sectiones

Epistula Barnabae 19.1

1

Ἡ οὖν ὁδὸς τοῦ φωτός ἐστιν αὕτη: ἐάν τις θέλων ὁδὸν ὁδεύειν ἐπὶ τὸν ὡρισμένον τόπον, σπεύσῃ τοῖς ἔργοις αὐτοῦ. ἔστιν οὖν ἡ δοθεῖσα ἡμῖν γνῶσις τοῦ περιπατεῖν ἐν αὐτῇ τοιαύτη.

それでは、光の道とはこのようなものである。もし誰かが定められた場所へと道を歩みたいと望むなら、その者は自分の業に励むがよい。そのうちを歩むために我々に与えられた知識とは、次のようなものである。

Epistula Barnabae 19.2

2

ἀγαπήσεις τὸν ποιήσαντά σε, φοβηθήσῃ τόν σε πλάσαντα, δοξάσεις τόν σε λυτρωσάμενον ἐκ θανάτου: ἔσῃ ἁπλοῦς τῇ καρδίᾳ καὶ πλούσιος τῷ πνεύματι: οὐ κολληθήσῃ μετὰ τῶν πορευομένων ἐν ὁδῷ θανάτου, μισήσεις πᾶν, ὃ οὐκ ἔστιν ἀρεστὸν τῷ θεῷ, μισήσεις πᾶσαν ὑπόκρισιν: οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς κυρίου.

お前を造った方を愛せ。お前を形づくった方を畏れよ。お前を死から贖い出した方を讃えよ。心において率直であれ、霊において富める者であれ。死の道を歩む者たちに結びつくな。神に喜ばれないすべてのものを憎め。あらゆる偽善を憎め。主の戒めを見捨ててはならない。

Epistula Barnabae 19.3

3

οὐχ ὑψώσεις σεαυτόν, ἔσῃ δὲ ταπεινόφρων κατὰ πάντα: οὐκ ἀρεῖς ἐπὶ σεαυτὸν δόξαν. οὐ λήμψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου, οὐ δώσεις τῇ ψυχῇ σου θράσος.

自らを高ぶらせるな。すべてにおいて謙遜な思いを持て。自分の上に栄光を負わせるな。隣人に対して悪しき謀りごとを抱くな。自分の魂に厚かましさを与えるな。

Epistula Barnabae 19.4

4

οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις. οὐ μή σου ὁ λόγος τοῦ θεοῦ ἐξέλθῃ ἐν ἀκαθαρσίᾳ τινῶν. οὐ λήμψῃ πρόσωπον ἐλέγξαι τινὰ ἐπὶ παραπτώματι. ἔσῃ πραΰς, ἔσῃ ἡσύχιος, ἔσῃ τρέμων τοὺς λόγους οὓς ἤκουσας. οὐ μνησικακήσεις τῷ ἀδελφῷ σου.

淫行をするな。姦淫するな。少年を犯すな。お前から神の言葉が、ある者たちの汚れのうちに出て行くことのないようにせよ。過ちのゆえに人を咎めるのに、人を分け隔てるな。柔和であれ。物静かであれ。お前が聞いた言葉に対して震えおののく者であれ。兄弟に対して恨みを抱くな。

Epistula Barnabae 19.5

5

οὐ μὴ διψυχήσῃς, πότερον ἔσται ἢ οὔ. οὐ μὴ λάβῃς ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου. ἀγαπήσεις τὸν πλησίον σου ὑπὲρ τὴν ψυχήν σου. οὐ φονεύσεις τέκνον ἐν φθορᾷ, οὐδὲ πάλιν γεννηθὲν ἀποκτενεῖς. οὐ μὴ ἄρῃς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἡ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις φόβου θεοῦ.

それが起こるか起こらないか、二心を抱くな。主の名をみだりに口にするな。自分の魂にもまさって隣人を愛せ。堕胎によって子を殺すな。また、生まれた子を殺すな。息子や娘から手を放すな。むしろ幼い時から神への畏れを教えよ。

Epistula Barnabae 19.6

6

οὐ μὴ γένῃ ἐπιθυμῶν τὰ τοῦ πλησίον σου, οὐ μὴ γένῃ πλεονέκτης. οὐδὲ κολληθήσῃ ἐκ ψυχῆς σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ ταπεινῶν καὶ δικαίων ἀναστραφήσῃ. τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδώς, ὅτι ἄνευ θεοῦ οὐδὲν γίνεται.

隣人のものを欲する者となるな。強欲な者となるな。魂をもって高ぶる者たちに結びつくな。むしろ謙遜な者たち、正しい者たちと共に歩め。お前に起こる出来事を、神なしには何も起こらないと知って、善きものとして受け入れよ。

Epistula Barnabae 19.7

7

οὐκ ἔσῃ διγνώμων οὐδὲ γλωσσώδης, ὑποταγήσῃ κυρίοις ὡς τύπῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ: οὐ μὴ ἐπιτάξῃς δούλῳ σου ἡ παιδίσκῃ ἐν πικρίᾳ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, μή ποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ’ ἀμφοτέροις θεόν: ὅτι οὐκ ἦλθεν κατὰ πρόσωπον καλέσαι, ἀλλ’ ἐφ̓ οὓς τὸ πνεῦμα ἡτοίμασεν.

二つの考えを持つ者となるな、また饒舌な者ともなるな。慎みと畏れをもって、主人たちに神の型として従え。お前の僕や召し使いの女に苦々しく命じるな、彼らも同じ神に望みを置いている者たちであるから。さもなければ、彼らは双方の上にいます神を畏れなくなるだろう。なぜなら、彼は人を分け隔てて召すために来たのではなく、霊が備えた者たちのために来たからである。

Epistula Barnabae 19.8

8

κοινωνήσεις ἐν πᾶσιν τῷ πλησίον σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι: εἰ γὰρ ἐν τῷ ἀφθάρτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλον ἐν τοῖς φθαρτοῖς; οὐκ ἔσῃ πρόγλωσσος: παγὶς γὰρ τὸ στόμα θανάτου. ὅσον δύνασαι, ὑπὲρ τῆς ψυχῆς σου ἁγνεύσεις.

すべての事において隣人と分かち合え、自分のものだと言うな。朽ちないものにおいて共同者であるなら、朽ちるものにおいてはなおさらではないか。軽率に舌を用いる者となるな。口は死の罠であるから。できる限り、お前の魂のために清くあれ。

Epistula Barnabae 19.9

9

μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν. ἀγαπήσεις ὡς κόρην τοῦ ὀφθαλμοῦ σου πάντα τὸν λαλοῦντά σοι τὸν λόγον κυρίου.

受け取るためには手を伸ばし、与えるためには引っ込める者となるな。主の言葉をお前に語るすべての者を、お前の目の瞳のように愛せ。

Epistula Barnabae 19.10

10

μνησθήσῃ ἡμέραν κρίσεως νυκτὸς καὶ ἡμέρας, καὶ ἐκζητήσεις καθ̓ ἑκάστην ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἢ διὰ λόγου κοπιῶν καὶ πορευόμενος εἰς τὸ παρακαλέσαι καὶ μελετῶν εἰς τὸ σῶσαι ψυχὴν τῷ λόγῳ, ἢ διὰ τῶν χειρῶν σου ἐργάσῃ εἰς λύτρωσιν ἁμαρτιῶν σου.

夜も昼も裁きの日を心に留めよ。そして日ごとに聖なる者たちの顔を尋ね求めよ、あるいは言葉によって労し、赴いて勧め、言葉によって魂を救おうと心を用いて。あるいは、自分の手によって働き、自らの罪の贖いとせよ。

Epistula Barnabae 19.11

11

οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις: γνώσῃ δέ, τίς ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης. φυλάξεις ἃ παρέλαβες, μήτε προστιθεὶς μήτε ἀφαιρῶν. εἰς τέλος μισήσεις τὸ πονηρόν. κρινεῖς δικαίως.

与えることをためらうな、また与えるときに呟くな。報いの善き払い手が誰であるかを知れ。受け継いだものを、付け加えることも取り去ることもせずに守れ。最後まで悪しきものを憎め。正しく裁け。

Epistula Barnabae 19.12

12

οὐ ποιήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους συναγαγών. ἐξομολογήσῃ ἐπὶ ἁμαρτίαις σου. οὐ προσήξεις ἐπὶ προσευχὴν ἐν συνειδήσει πονηρᾷ. αὕτη ἐστὶν ἡ ὁδὸς, τοῦ φωτός.

分裂を起こすな。むしろ争う者たちを引き合わせて和解させよ。自分の罪を告白せよ。悪しき良心をもって祈りに近づくな。これが光の道である。