作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput VI 第VI章

Anonymous · Epistula Barnabae · 19 sectiones

Epistula Barnabae 6.1

1

Ὅτε οὖν ἐποίησεν τὴν ἐντολήν, τί λέγει; Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι: ἡ τίς ὁ δικαιούμενός μοι; ἐγγισάτω τῷ παιδὶ κυρίου.

さて、彼がその戒めを行ったとき、何と言われるか。誰がわたしと争う者か。その者はわたしに立ち向かうがよい。あるいは誰がわたしに対して自らを義とする者か。その者は主の子に近づくがよい。

Epistula Barnabae 6.2

2

οὐαὶ ὑμῖν, ὅτι ὑμεῖς πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. καὶ πάλιν λέγει ὁ προφήτης, ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν: Ἰδού, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον.

禍いなるかな、汝らよ。汝らはみな衣のように古びるであろう、そして虫が汝らを食い尽くすであろう。そして預言者はまたこう言う——彼が、打ち砕くための強い石として置かれたゆえに。見よ、わたしはシオンの基に、高価な、選ばれた、尊い隅の要石を投げ入れる。

Epistula Barnabae 6.3

3

εἶτα τί λέγει; Καὶ ὃς ἐλπίσει ἐπ’ αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς; μὴ γένοιτο: ἀλλ’ ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ κύριος. λέγει γάρ: Καὶ ἔθηκέ με ὡς στερεὰν πέτραν.

それから何と言われるか。彼に望みを置く者は、とこしえに生きるであろう。それでは、我々の望みは石の上にあるのか。断じてそうではない。そうではなく、主が自らの肉を力のうちに据えられたからこそである。彼はこう言われるからである。わたしを堅い岩のように据えられた、と。

Epistula Barnabae 6.4

4

λέγει δὲ πάλιν ὁ προφήτης: Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. καὶ πάλιν λέγει: Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ μεγάλη καὶ θαυμαστή, ἣν ἐποίησεν ὁ κύριος.

預言者はまたこう言う。建てる者たちが退けた石、これが隅の親石となった。そしてまた言う。これは主がなされた、大いなる驚くべき日である。

Epistula Barnabae 6.5

5

ἁπλούστερον ὑμῖν γράφω, ἵνα συνιῆτε: ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν.

私は、諸君が理解できるよう、より平易に書く。私は諸君の愛の塵芥である。

Epistula Barnabae 6.6

6

τί οὗν λέγει πάλιν ὁ προφήτης; Περιέσχεν με συναγωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καί: Ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

それでは預言者はまた何と言うか。悪をなす者どもの集会がわたしを取り囲み、蜂の群れが巣を囲むように、彼らはわたしを取り巻いた。また、わたしの衣についてくじを引いた、と。

Epistula Barnabae 6.7

7

ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν, προεφανερώθη τὸ πάθος. λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ: Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ̓ ἑαυτῶν, εἰπόντες: Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν.

かくして、彼が肉において現れ、苦しみを受けようとされていたので、その受難はあらかじめ現された。預言者はイスラエルについてこう言うからである。禍いなるかな、彼らの魂よ。彼らは自らに対して悪しき謀りごとを謀り、こう言ったからである。正しき者を縛ろう、彼は我々にとって厄介な者であるから、と。

Epistula Barnabae 6.8

8

τί λέγει ὁ ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς; Ἰδού, τάδε λέγει κύριος ὁ θεός: Εἰσέλθατε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

もう一人の預言者モーセは、彼らに向かって何と言うか。見よ、主なる神はこう言われる。主がアブラハムとイサクとヤコブに誓われた良き地に入れ、そしてこれを受け継げ、乳と蜜の流れる地を。

Epistula Barnabae 6.9

9

τί δὲ λέγει ἡ γνῶσις; μάθετε. ἐλπίσατε, φησίν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν. ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα: ἀπὸ προσώπου γὰρ τῆς γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο.

それでは、知識は何と言うか。学べ。彼は言う。肉において汝らに現れようとしているイエスに望みを置け、と。人間は苦しみを受ける地だからである。地の面から、アダムの形づくりがなされたからである。

Epistula Barnabae 6.10

10

τί οὖν λέγει: Εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι; εὐλογητὸς ὁ κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ: λέγει γὰρ ὁ προφήτης παραβολὴν κυρίου: τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;

それでは、良き地、乳と蜜の流れる地、というのは何を言うのか。我々の主は讃むべきかな、兄弟たちよ。彼は、その隠されたことどもについての知恵と精神とを我々のうちに置かれた方である。預言者は主の譬えをこう言うからである。知恵ある者、学識ある者、そして自らの主を愛する者でなければ、誰が悟るであろうか。

Epistula Barnabae 6.11

11

ἐπεὶ οὖν ἀνακαινίσας ἡμᾶς ἐν τῇ ἀφέσει τῶν ἁμαρτιῶν, ἐποίησεν ἡμᾶς ἄλλον τύπον, ὡς παιδίων ἔχειν τὴν ψυχήν, ὡς ἂν δὴ ἀναπλάσσοντος αὐτοῦ ἡμᾶς.

それゆえ彼は、罪の赦しにおいて我々を新たにし、我々を別の型となされた。あたかも彼が我々を作り直すかのように、幼子たちのごとき魂を持つようにされたのである。

Epistula Barnabae 6.12

12

λέγει γὰρ ἡ γραφὴ περὶ ἡμῶν, ὡς λέγει τῷ υἱῷ: Ποιήσωμεν κατ’ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμῶν τὸν ἄνθρωπον, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης. καὶ εἶπεν κύριος, ἰδὼν τὸ καλὸν πλάσμα ἡμῶν: Λὐξάνεσθε καὶ πληθυνέσθε καὶ πληρώσατε τὴν γῆν. ταῦτα πρὸς τὸν υἱόν.

聖書は我々について、子に向かって語るように、こう言うからである。我々の像に、我々の類似にしたがって、人を造ろう。そして地の獣、空の鳥、海の魚を治めさせよう、と。そして主は、我々の良き形づくられたものを見て言われた。増えよ、殖えよ、地に満ちよ、と。これらは子に向かって言われたことである。

Epistula Barnabae 6.13

13

πάλιν σοι ἐπιδείξω, πῶς πρὸς ἡμᾶς λέγει. δευτέραν πλάσιν ἐπ’ ἐσχάτων ἐποίησεν. λέγει δὲ κύριος: Ἰδού, ποιῶ τὰ ἔσχατα ὡς τὰ πρῶτα. εἰς τοῦτο οὖν ἐκήρυξεν ὁ προφήτης: Εἰσέλθατε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ κατακυριεύσατε αὐτῆς.

私は再び、お前に示そう、いかに彼が我々に向かって語っておられるかを。彼は終わりの時に、第二の形づくりをなされた。主はこう言われる。見よ、わたしは終わりのものを、初めのものと同じようになす、と。それゆえ預言者はこの事のためにこう宣べ伝えた。乳と蜜の流れる地に入り、これを治めよ、と。

Epistula Barnabae 6.14

14

ἴδε οὖν, ἡμεῖς ἀναπεπλάσμεθα, καθὼς πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει: Ἰδού, λέγει κύριος, ἐξελῶ τούτων, τουτέστιν ὧν προέβλεπεν τὸ πνεῦμα κυρίου, τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας: ὅτι αὐτὸς ἐν σαρκὶ ἔμελλεν φανεροῦσθαι καὶ ἐν ἡμῖν κατοικεῖν.

見よ、それゆえ我々は作り直された。別の預言者においてもまた、こう言われるとおりである。見よ、と主は言われる。わたしはこれらの者どもから——すなわち主の霊があらかじめ見ておられた者どもから——石の心を取り除き、肉の心を投げ入れよう。彼自身が肉において現れ、我々のうちに住まわれることになるからである。

Epistula Barnabae 6.15

15

ναὸς γὰρ ἅγιος, ἀδελφοί μου, τῷ κυρίῳ τὸ κατοικητήριον ἡμῶν τῆς καρδίας.

我が兄弟たちよ、我々の心の住まいは、主にとって聖なる神殿だからである。

Epistula Barnabae 6.16

16

λέγει γὰρ κύριος πάλιν: Καὶ ἐν τίνι ὀφθήσομαι τῷ κυρίῳ τῷ θεῷ μου καὶ δοξασθήσομαι; λέγει: Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ ἀδελφῶν μου, καὶ ψαλῶ σοι ἀνάμεσον ἐκκλησίας ἁγίων. οὐκοῦν ἡμεῖς ἐσμέν, οὕς εἰσήγαγεν εἰς τὴν γῆν τὴν ἀγαθήν.

主はまた、こう言われるからである。わたしは何によって、わが主なる神の御前に現れ、栄光を受けるであろうか。彼は言う。わたしは、我が兄弟たちの教会のうちで汝に告白し、聖なる者たちの教会の中で汝に向かって歌を奏でよう、と。それゆえ、我々こそ、彼が良き地へと導き入れた者たちである。

Epistula Barnabae 6.17

17

τί οὖν τὸ γάλα καὶ τὸ μέλι; ὅτι πρῶτον τὸ παιδίον μέλιτι, εἶτα γάλακτι ζωοποιεῖται: οὕτως οὖν καὶ ἡμεῖς τῇ πίστει τῆς ἐπαγγελίας καὶ τῷ λόγῳ ζωοποιούμενοι ζήσομεν κατακυριεύοντες τῆς γῆς.

それでは乳と蜜とは何であるか。幼子はまず蜜によって、次に乳によって命を与えられるからである。このように我々もまた、約束の信仰と言葉とによって命を与えられ、地を治めつつ生きるであろう。

Epistula Barnabae 6.18

18

προειρήκαμεν δὲ ἐπάνω. Καὶ αὐξανέσθωσαν καὶ πληθυνέσθωσαν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. τίς οὖν ὁ δυνάμενος νῦν ἄρχειν θηρίων ἤ ἰχθύων ἤ πετεινῶν τοῦ οὐρανοῦ; αἰσθάνεσθαι γὰρ ὀφείλομεν, ὅτι τὸ ἄρχειν ἐξουσίας ἐστίν, ἵνα τις ἐπιτάξας κυριεύσῃ.

我々は上で先に言った。彼らは増え、殖え、そして魚を治めるがよい、と。それでは今、誰が獣や魚や空の鳥を治めることができるであろうか。我々は次のことを悟らなければならない。治めるということは権力に属することであり、それは誰かが命じて主となるためである。

Epistula Barnabae 6.19

19

εἰ οὖν οὐ γίνεται τοῦτο νῦν, ἄρα ἡμῖν εἴρηκεν, πότε: ὅταν καὶ αὐτοὶ τελειωθῶμεν κληρονόμοι τῆς διαθήκης κυρίου γενέσθαι.

それゆえ、もしこのことが今実現していないのであれば、彼は我々に、それがいつであるかを告げられたのである。すなわち、我々自身もまた完全な者とされ、主の契約の相続人となるときである。