Epistula Barnabae 7.1
Οὐκοῦν νοεῖτε, τέκνα εὐφροσύνης, ὅτι πάντα ὁ καλὸς κύριος προεφανέρωσεν ἡμῖν, ἵνα γνῶμεν, ᾧ κατὰ πάντα εὐχαριστοῦντες ὀφείλομεν αἰνεῖν.
そこで、喜びの子らよ、悟れ。良き主はすべてのことをあらかじめ我々に現された。我々が知って、すべてにおいて感謝を捧げつつその方を賛美せねばならないためである。
Epistula Barnabae 7.2
εἰ οὖν ὁ υἱὸς τοῦ θεοῦ, ὢν κύριος καὶ μέλλων κρίνειν ζῶντας καὶ νεκρούς, ἔπαθεν, ἵνα ἡ πληγὴ αὐτοῦ ζωοποιήσῃ ἡμᾶς: πιστεύσωμεν, ὅτι ὁ υἱὸς τοῦ θεοῦ οὐκ ἠδύνατο παθεῖν εἰ μὴ δἰ ἡμᾶς.
それでは、もし神の子が、主であり、また生ける者と死せる者とを裁こうとしておられる方でありながら、その方の傷が我々を生かすために苦しみを受けられたのであれば、我々は信じよう、神の子は我々のためでなければ苦しみを受けることができなかった、と。
Epistula Barnabae 7.3
ἀλλὰ καὶ σταυρωθεὶς ἐποτίζετο ὄξει καὶ χολῇ. ἀκούσατε, πῶς περὶ τούτου πεφανέρωκαν οἱ ἱερεῖς τοῦ ναοῦ. γεγραμμένης ἐντολῆς: Ὃς ἂν μὴ νηστεύσῃ τὴν νηστείαν, θανάτῳ ἐξολεθρευθήσεται, ἐνετείλατο κύριος, ἐπεὶ καὶ αὐτὸς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν ἔμελλεν τὸ σκεῦος τοῦ πνεύματος προσφέρειν θυσίαν, ἵνα καὶ ὁ τύπος ὁ γενόμενος ἐπὶ Ἰσαὰκ τοῦ προσενεχθέντος ἐπὶ τὸ θυσιαστήριον τελεσθῇ.
しかし彼は、十字架にかけられてもなお、酢と胆汁を飲まされた。神殿の祭司たちがこのことについてどのように現したか、聞け。「断食すべき断食を行わない者は死をもって滅ぼし尽くされるであろう」という戒めが記されている。主がこれを命じられたのは、主御自身も我々の罪のために霊の器を犠牲として献げようとしておられたからであり、また祭壇に献げられたイサクにおいて起こった予型が成就するためでもあった。
Epistula Barnabae 7.4
τί οὖν λέγει ἐν τῷ προφήτῃ; Καὶ φαγέτωσαν ἐκ τοῦ τράγου τοῦ προσφερομένου τῇ νηστείᾳ ὑπὲρ πασῶν τῶν ἁμαρτιῶν. προσέχετε ἀκριβῶς: Καὶ φαγέτωσαν οἱ ἱερεῖς μόνοι πάντες τὸ ἔντερον ἄπλυτον μετὰ ὄξους.
それでは預言者において何と言われているか。『すべての罪のために断食の日に献げられる山羊の肉から、彼らは食べよ』と。心して聞け。『祭司たちだけが皆、洗わない腸を酢とともに食べよ』と。
Epistula Barnabae 7.5
πρὸς τί ; ἐπειδὴ ἐμὲ ὑπὲρ ἁμαρτιῶν μέλλοντα τοῦ λαοῦ μου τοῦ καινοῦ προσφέρειν τὴν σάρκα μου μέλλετε ποτίζειν χολὴν μετὰ ὄξους, φάγετε ὑμεῖς μόνοι, τοῦ λαοῦ νηστεύοντος καὶ κοπτομένου ἐπὶ σάκκου καὶ σποδοῦ. ἵνα δείξῃ, ὅτι δεῖ αὐτὸν παθεῖν ὑπ’ αὐτῶν.
何のためか。「私が私の新しい民の罪のために私の肉を献げようとしているのに、汝らは酢とともに胆汁を飲ませようとしている。それゆえ、民が断食し、粗布と灰の上で身を打つ間、汝らだけで食べよ」と。彼が彼らの手によって苦しみを受けねばならないことを示すためである。
Epistula Barnabae 7.6
ἃ ἐνετείλατο, προσέχετε: Λάβετε δύο τράγους καλοὺς καὶ ὁμοίους καὶ προσενέγκατε, καὶ λαβέτω ὁ ἱερεὺς τὸν ἔνα εἰς ὁλοκαύτωμα ὑπὲρ ἁμαρτιῶν.
彼が命じられたことに心せよ。「良い、互いに似た二匹の山羊を取って献げよ。祭司はその一匹を罪のための全焼の供え物として取れ」と。
Epistula Barnabae 7.7
τὸν δὲ ἕνα τί ποιήσωσιν; Ἐπικατάρατος, φησιν, ὁ εἷς. προσέχετε, πῶς ὁ τύπος τοῦ Ἰησοῦ φανεροῦται:
では、残る一匹をどうするのか。『その一匹は呪われよ』と彼は言う。イエスの予型がどのように現れるか、心して見よ。
Epistula Barnabae 7.8
Καὶ ἐμπτύσατε πάντες καὶ κατακεντήσατε καὶ περίθετε τὸ ἔριον τὸ κόκκινον περὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ οὕτως εἰς ἔρημον βληθήτω. καὶ ὅταν γένηται οὕτως, ἄγει ὁ βαστάζων τὸν τράγον εἰς τὴν ἔρημον καὶ ἀφαιρεῖ τὸ ἔριον καὶ ἐπιτίθησιν αὐτὸ ἐπὶ φρύγανον τὸ λεγόμενον ῥαχήλ, οὗ καὶ τοὺς βλαστοὺς εἰώθαμεν τρώγειν ἐν τῇ χώρᾳ εὑρίσκοντες: οὕτω μόνης τῆς ῥαχοῦς οἱ καρποὶ γλυκεῖς εἰσιν.
「皆、それに唾を吐きかけ、突き刺し、その頭に緋色の羊毛を巻きつけよ。そしてそのようにして荒れ野へ投げ捨てられよ」と。そしてそのようになされると、山羊を運ぶ者はそれを荒れ野へ連れて行き、羊毛を取り除いて、ラケルと呼ばれる茨の茂みの上に置く。我々はこの地でその若芽を見つけて食べる習わしがある。このように、ラコスの実だけが甘いのである。
Epistula Barnabae 7.9
τί οὖν τοῦτό ἐστιν; προσέχετε: Τὸν μὲν ἕνα ἐπὶ τὸ θυσιαστήριον, τὸν δὲ ἕνα ἐπικατάρατον, καὶ ὅτι τὸν ἐπικατάρατον ἐστεφανωμένον; ἐπειδὴ ὄψονται αὐτὸν τότε τῇ ἠμέρᾳ τὸν ποδήρη ἔχοντα τὸν κόκκινον περὶ τὴν σάρκα καὶ ἐροῦσιν: Οὐχ οὗτός ἐστιν, ὅν ποτε ἡμεῖς ἐσταυρώσαμεν ἐξουθενήσαντες καὶ κατακεντήσαντες καὶ ἐμπτύσαντες; ἀληθῶς οὗτος ἦν, ὁ τότε λέγων ἑαυτὸν υἱὸν θεοῦ εἶναι.
これは一体何であるのか。心して見よ。一匹は祭壇の上に、もう一匹は呪われたものとされる。そして呪われたものが冠をかぶせられているのはなぜか。それは、彼らがその日、彼が緋色の衣を肉にまとって足まで垂らしているのを見て、こう言うことになるからである。「これは、かつて我々が蔑み、突き刺し、唾を吐きかけて十字架にかけた者ではないか。まことにこの者こそ、かつて自ら神の子であると言っていた者であった」と。
Epistula Barnabae 7.10
πῶς γὰρ ὅμοιος ἐκείνῳ; εἰς τοῦτο ὁμοίους τοὺς τράγους, καλούς, ἴσους, ἵνα, ὅταν ἴδωσιν αὐτὸν τότε ἐρχόμενον, ἐκπλαγῶσιν ἐπὶ τῇ ὁμοιότητι τοῦ τράγου. οὐκοῦν ἴδε τὸν τύπον τοῦ μέλλοντος πάσχειν Ἰησοῦ.
では、どのようにして彼はかの山羊に似ているのか。それゆえに山羊たちは、似たもの、良いもの、等しいものとされたのである。彼らがその方の来られるのを見るとき、山羊の類似に驚くためである。さあ、苦しみを受けようとしておられるイエスの予型を見よ。
Epistula Barnabae 7.11
τί δέ, ὅτι τὸ ἔριον μέσον τῶν ἀκανθῶν τιθέασιν; τύπος ἐστὶν τοῦ Ἰησοῦ τῇ ἐκκλησίᾳ θέμενος, ὅτι ὃς ἐὰν θέλῃ τὸ ἔριον ἆραι τὸ κόκκινον, δεῖ αὐτὸν πολλὰ παθεῖν διὰ τὸ εἶναι φοβερὰν τὴν ἄκανθαν, καὶ θλιβέντα κυριεῦσαι αὐτοῦ. οὕτω, φησίν, οἱ θέλοντές με ἰδεῖν καὶ ἅψασθαί μου τῆς βασιλείας ὀφείλουσιν θλιβέντες καὶ παθόντες λαβεῖν με.
では、その羊毛を茨の真ん中に置くのはなぜか。これはイエスの予型であって、教会に置かれたものである。すなわち、緋色の羊毛を取り去ろうと望む者は、茨が恐ろしいものであるゆえに多く苦しみを受けねばならず、苦難にあったのちにそれを支配しうるのである。このように、私を見、私の王国に触れようと望む者たちは、苦難にあい、苦しみを受けたのちに私を受け取らねばならない、と彼は言う。