Epistula Barnabae 13.1
Ἴδωμεν δὲ εἰ οὗτος ὁ λαὸς κληρονομεῖ ἡ ὁ πρῶτος, καὶ εἰ ἡ διαθήκη εἰς ἡμᾶς ἢ εἰς ἐκείνους.
さて、この民が受け継ぐのか、それとも先の民が受け継ぐのか、また契約が我々のものか、それとも彼らのものか、見よう。
Epistula Barnabae 13.2
ἀκούσατε οὖν περὶ τοῦ λαοῦ τί λέγει ἡ γραφή: Ἐδεῖτο δὲ Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν: καὶ συνέλαβεν. εἶτα ἐξῆλθεν Ῥεβέκκα πυθέσθαι παρὰ κυρίου, καὶ εἶπεν κύριος πρὸς αὐτήν: Δύο ἔθνη ἐν τῇ γαστρί σου καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου, καὶ ὑπερέξει λαὸς λαοῦ καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
それでは、民について聖書が何と言っているか、聞け。「イサクは自分の妻リベカのために祈り求めた、彼女が不妊であったからである。そして彼女は身ごもった。それからリベカは主のもとに尋ねに出かけた。すると主は彼女に言われた。『二つの国民がお前の胎内に、二つの民がお前の腹の中にいる。民は民に勝り、大いなる者は小さい者に仕えるであろう。』」
Epistula Barnabae 13.3
αἰσθάνεσθαι ὀφείλετε, τίς ὁ Ἰσαὰκ καὶ τίς ἡ Ῥεβέκκα. καὶ ἐπὶ τίνων δέδειχεν, ὅτι μείζων ὁ λαὸς οὗτος ἢ ἐκεῖνος.
イサクとは誰か、リベカとは誰か、諸君は悟らねばならない。またこの民があの民より大いなる者であることが、誰について示されたのかを。
Epistula Barnabae 13.4
καὶ ἐν ἄλλῃ προφητείᾳ λέγει φανερώτερον ὁ Ἰακὼβ πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, λέγων: Ἰδού, οὐκ ἐστέρησέν με κύριος τοῦ προσώπου σου: προσάγαγέ μοι τοὺς υἱούς σου, ἵνα εὐλογήσω αὐτούς.
また別の預言において、ヤコブは自分の息子ヨセフに向かって、より明らかにこう言っている。「見よ、主は私からお前の顔を奪わなかった。お前の息子たちを私のもとに連れて来なさい、私が彼らを祝福できるように。」
Epistula Barnabae 13.5
καὶ προσήγαγεν Ἐφραὶμ καὶ Μανασσῆ, τὸν Μανασσῆ θέλων ἵνα εὐλογηθῇ, ὅτι πρεσβύτερος ἦν: ὁ γὰρ Ἰωσὴφ προσήγαγεν εἰς τὴν δεξιὰν χεῖρα τοῦ πατρὸς Ἰακώβ. εἶδεν δὲ Ἰακὼβ τύπον τῷ πνεύματι τοῦ λαοῦ τοῦ μεταξύ: καὶ τί λέγει; Καὶ ἐποίησεν Ἰακὼβ ἐναλλὰξ τὰς χεῖρας αὐτοῦ καὶ ἐπέθηκεν τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ, τοῦ δευτέρου καὶ νεωτέρου, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν Ἰωσὴφ πρὸς Ἰακώβ: Μετάθες σου τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ὅτι πρωτότοκός μου υἱός ἐστιν. καὶ εἶπεν Ἰακὼβ πρὸς Ἰωσήφ: Οἰδα, τέκνον, οἶδα: ἀλλ’ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καὶ οὗτος δὲ εὐλογηθήσεται.
そして彼はエフライムとマナセを連れて来た。マナセが祝福されることを望んでのことであった、彼が年上であったからである。ヨセフは彼を、父ヤコブの右手のほうへ連れて来た。ところがヤコブは、霊によって後の民の予型を見た。何と言われているか。「ヤコブは自分の両手を交差させ、二番目で年下であるエフライムの頭の上に右手を置いて、彼を祝福した。するとヨセフはヤコブに言った、『お前の右手をマナセの頭の上に移せ、これは私の長子の息子だから。』するとヤコブはヨセフに言った、『分かっている、子よ、分かっている。しかし、大いなる者は小さい者に仕えるであろう。だが、この子も祝福されるであろう。』」
Epistula Barnabae 13.6
βλέπετε, ἐπὶ τίνων τέθεικεν, τὸν λαὸν τοῦτον εἶναι πρῶτον καὶ τῆς διαθήκης κληρονόμον.
見よ、誰について、この民が第一であり契約の相続人であることが定められたかを。
Epistula Barnabae 13.7
εἰ οὖν ἔτι καὶ διὰ τοῦ Ἀβραὰμ ἐμνήσθη, ἀπέχομεν τὸ τέλειον τῆς γνώσεως ἡμῶν. τί οὖν λέγει τῷ Ἀβραάμ, ὅτε μόνος πιστεύσας ἐτέθη εἰς δικαιοσύνην; Ἰδού, τέθεικά σε, Ἀβραάμ, πατέρα ἐθνῶν τῶν πιστευόντων δἰ ἀκροβυστίας τῷ θεῷ.
それでは、もしこのことがなおアブラハムを通しても述べられているならば、我々は我々の知識の完全な形を得ている。それでは、アブラハムがただ一人信じて正義に定められたとき、彼に何と言われているか。「見よ、アブラハムよ、私はお前を、無割礼によって神を信じる諸国民の父と定めた。」