Epistula Barnabae 1.1
Χαίρετε, υἱοὶ καὶ θυγατέρες, ἐν ὀνόματι κυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς, ἐν εἰρήνῃ.
喜べ、息子たちよ、娘たちよ、我々を愛した主の御名において、平和のうちに。
Epistula Barnabae 1.2
Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦ θεοῦ δικαιωμάτων εἰς ὑμᾶς, ὑπέρ τι καὶ καθ̓ ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοις καὶ ἐνδόξοις ὑμῶν πνεύμασιν: οὕτως ἔμφυτον τῆς δωρεᾶς πνευματικῆς χάριν εἰλήφατε.
神の定めが諸君に対して大いなるものであり豊かなものであるだけに、私は諸君の幸いなる栄えある霊のうえに、並外れて、度を越して喜びに満たされている。生まれながらのものとして、霊的な賜物の恵みを諸君はこれほどまでに受けたのである。
Epistula Barnabae 1.3
διὸ καὶ μᾶλλον συγχαίρω ἐμαυτῷ ἐλπίζων σωθῆναι. ὅτι ἀληθῶς βλέπω ἐν ὑμῖν ἐκκεχυμένον ἀπὸ τοῦ πλουσίου τῆς πηγῆς κυρίου πνεῦμα ἐφ̓ ὑμᾶς. οὕτω με ἐξέπληξεν ἐπὶ ὑμῶν ἡ ἐμοὶ ἐπιποθήτη ὄψις ὑμῶν.
それゆえ、私は救われることを望みつつ、なおのこと自らを共に喜ぶ。諸君のうちに、主の豊かな泉より注ぎ出された霊が諸君のうえに注がれているのを、私はまことに見るからである。諸君について、私が切に望んでいた諸君の姿は、これほどまでに私を驚かせた。
Epistula Barnabae 1.4
πεπεισμένος οὖν τοῦτο καὶ συνειδὼς ἐμαυτῷ, ὅτι ἐν ὑμῖν λαλήσας πολλὰ ἐπίσταμαι, ὅτι ἐμοὶ συνώδευσεν ἐν ὁδῷ δικαιοσύνης κύριος, καὶ πάντως ἀναγκάζομαι κἀγὼ εἰς τοῦτο, ἀγαπᾶν ὑμᾶς ὑπὲρ τὴν ψυχήν μου, ὅτι μεγάλη πίστις καὶ ἀγάπη ἐγκατοικεῖ ἐν ὑμῖν ἐπ’ ἐλπίδι ζωῆς αὐτοῦ.
かくのことを確信し、また自らに省みて知っている。すなわち、諸君のうちにあって語ってきた私は多くを解しているということを。主が正義の道において私と共に歩んでくださったからである。そして私もまた必ずやこのことへと駆り立てられる。すなわち、我が魂にも増して諸君を愛することへと。大いなる信仰と愛が、彼の命への望みのうちに、諸君のうちに宿っているからである。
Epistula Barnabae 1.5
λογισάμενος οὖν τοῦτο, ὅτι ἐὰν μελήσῃ μοι περὶ ὑμῶν τοῦ μέρος τι μεταδοῦναι ἀφ̓ οὗ ἔλαβον, ὅτι ἔσται μοι τοιούτοις πνεύμασιν ὑπηρετήσαντι εἰς μισθόν, ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμπειν, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε τὴν γνῶσιν.
それゆえこう考えて——もし私が、自らの受けたものの一部を諸君に分かち与えることに意を用いるならば、かかる霊たちに仕えた者として、それが私にとって報いとなるであろうと——私は、少しばかりのことを諸君に書き送ろうと努めた。諸君が、その信仰とともに完全な知識を持つようになるためである。
Epistula Barnabae 1.6
Τρία οὖν δόγματά ἐστιν κυρίου: ζωῆς ἐλπίς, ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν: καὶ δικαιοσύνη, κρίσεως ἀρχὴ καὶ τέλος: ἀγάπη εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔργων δικαιοσύνης μαρτυρία.
さて、主の教説は三つある。命の望み——これは我々の信仰の初めであり終わりである。そして正義——これは裁きの初めであり終わりである。愛——これは喜びと歓喜のうちにある、正義の業の証しである。
Epistula Barnabae 1.7
ἐγνώρισεν γὰρ ἡμῖν ὁ δεσπότης διὰ τῶν προφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα, καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖν γεύσεως, ὧν τὰ καθ̓ ἕκαστα βλέποντες ἐνεργούμενα, καθὼς ἐλάλησεν, ὀφείλομεν πλουσιώτερον καὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ.
主宰者は預言者たちを通して、過ぎ去ったことと現にあることとを我々に知らしめ、また来たるべきことどもの味わいの初穂を我々に与えてくださった。それらが一つ一つ、彼の語られたとおりに実現しているのを見るにつけ、我々はいよいよ豊かに、いよいよ高く、彼への畏れに近づかねばならない。
Epistula Barnabae 1.8
ἐγὼ δὲ οὐχ ὡς διδάσκαλος, ἀλλ’ ὧς εἰς ἐξ ὑμῶν ὑποδείξω ὀλίγα, δἰ ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε.
私は教師としてではなく、諸君のうちの一人として、いささかのことを示そう。それによって、諸君は今のこの時にあって喜びを得るであろう。